1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

56

παρεῖχε σημεῖον· οἷον ἐπὶ τοῦ παραλυτικοῦ πεποίηκεν. Ἐπειδὴ γὰρ εἶπε πρὸς αὐτόν· Θάρσει, τέκνον· ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἐκεῖνοι δὲ ἔλεγον ἐν ἑαυτοῖς· Βλασφημεῖ· φησί, πρὶν ἢ σφῖγξαι τὸν παραλελυμένον· Τί βουλεύεσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; μέγιστον θεότητος τοῦτο παρέχων τεκμήριον, τὸ τὰ ἀπόρρητα εἰδέναι τῆς διανοίας. Σὺ γὰρ ἐπίστασαι, φησί, καρδίας μονώτατος. Καὶ ὁ ∆αυῒδ πάλιν φησίν· Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Τοῦτο καὶ τοῖς προφήταις ἐδίδου πολλάκις ὁ Θεὸς εἰδέναι, ἵν' οἱ ἀκούοντες μανθάνωσιν ὅτι οὐδὲν ἀνθρώπινον τῶν εἰρημένων, ἀλλ' ἄνωθεν καὶ ἐκ τῶν οὐρανῶν ἡ ψῆφος ἅπασα κατενήνεκται. ∆ιὰ δὴ τοῦτο καὶ ὁ μεγαλοφωνότατος οὗτος Ἡσαΐας, ἐπειδὴ μετὰ πολλῆς τῆς ἐπιεικείας διελέχθη τῷ βασιλεῖ καὶ τῶν δεινῶν ἀπήλλαξε καὶ θαρρεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων καὶ τεκμήρια τούτου παρέσχεν αὐτῷ, τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευσάντων καὶ τὴν προδοσίαν ἐλέγξαι καὶ τὴν ἅλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι καὶ οὐκ ἀναμένει σημεῖον αὐτὸν αἰτῆσαι, ἀλλὰ καὶ μὴ βουλόμενον δι' ὑπερβολὴν ἀπιστίας προτρέπεται· καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ κύριον τῆς αἱρέσεως ποιεῖ· οὐδὲ γάρ φησι, τὸ καὶ τὸ σημεῖον, ἀλλ' ὅπου βούλει, φησί· πλούσιος ὁ ∆εσπότης, παναλκὴς ἡ δύναμις, ἄφατος ἡ ἐξουσία. Ἂν ἐκ τῶν οὐρανῶν βουληθῇς, οὐδὲν τὸ κωλῦον· ἂν ἐκ τῆς γῆς, οὐδὲν τὸ ἐμποδίζον. Τοῦτο γάρ ἐστιν· Ἢ εἰς βάθος ἢ εἰς ὕψος. Ἐπειδὴ δὲ οὐδὲ οὕτως αὐτὸν ἐπεσπάσατο, οὐδὲ ἐνταῦθα ἐσίγησεν, ἀλλ' ἔλεγχον ἐπαγαγὼν καὶ τοῦτον ὑπὲρ διορθώσεως τοῦ ἀκούοντος καὶ τοῦ δεῖξαι, ὡς οὐκ ἠπάτησεν, οὐδὲ παρελογίσατο, ἀνακαλύπτει προφητείαν ἀπόρρητον, τὴν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης ἐσομένην καὶ ἐπὶ διορθώσει τῶν πραγμάτων ἁπάντων· καί φησι τὸ σημεῖον οὐχὶ τῷ Ἄχαζ δίδοσθαι λοιπόν, ἀλλὰ τῷ κοινῷ τῶν Ἰουδαίων δήμῳ. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν πρὸς αὐτὸν τὸν λόγον ἀπέτεινεν· ἐπειδὴ δὲ ἀνάξιον ἐκεῖνος ἑαυτὸν ἀπέφηνε, τῷ κοινῷ τοῦ λαοῦ διαλέγεται. ∆ιὰ τοῦτο γάρ, φησί, δώσει, οὐχὶ σοί, ἀλλ' ὑμῖν σημεῖον. Ὑμῖν, τίσιν; Τοῖς ἐν τῷ οἴκῳ ∆αυΐδ. Καὶ γὰρ ἐκεῖθεν ἐβλάστησε τὸ σημεῖον. Τί οὖν τὸ σημεῖόν ἐστιν; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Παρατηρητέον, ὅπερ καὶ ἔμπροσθεν εἶπον, ὅτι οὐ τῷ Ἄχαζ δίδοται λοιπὸν τὸ σημεῖον. Καὶ ὅτι οὐ στοχασμός, αὐτὸς ὁ προφήτης καὶ ἐνεκάλεσε καὶ κατηγόρησε λέγων· Μὴ μικρὸν ὑμῖν, ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ προσέθηκε· ∆ιὰ τοῦτο δώσει Κύριος ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Εἰ δὲ μὴ παρθένος ἦν, οὐδὲ σημεῖον ἦν. Τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρώντων καὶ ἀκουόντων. ∆ιὰ γὰρ τοῦτο καὶ σημεῖον λέγεται, διὰ τὸ ἐπίσημον. Ἐπίσημον δὲ οὐκ ἂν γένοιτο, εἰ μέλλοι κρύπτεσθαι τῇ κοινωνίᾳ τῶν ἄλλων πραγμάτων. Ὥστε εἰ περὶ γυναικὸς ὁ λόγος ἦν νόμῳ φύσεως τικτούσης, τίνος ἕνεκεν σημεῖον καλεῖ τὸ καθ' ἑκάστην γινόμενον ἡμέραν; ∆ιὰ δὴ τοῦτο καὶ ἀρχόμενος οὐχ ἁπλῶς εἶπεν· Ἰδοὺ παρθένος, ἀλλ' ἰδοὺ ἡ παρθένος, τῇ προσθήκῃ τοῦ ἄρθρου ἐπίσημόν τινα καὶ μόνην τοιαύτην γεγενημένην ἡμῖν αἰνιττόμενος. Ὅτι γὰρ ἡ προσθήκη αὕτη τοῦτο ἐνδείκνυται, δυνατὸν καὶ ἀπὸ τῶν εὐαγγελίων μαθεῖν. Ἐπειδὴ γὰρ ἔπεμψαν πρὸς τὸν Ἰωάννην οἱ Ἰουδαῖοι ἐρωτῶντες, Τίς εἶ; οὐκ ἔλεγον· Σὺ εἶ χριστός, ἀλλ' Εἰ σὺ εἶ ὁ Χριστός· οὐδὲ ἔλεγον, Σὺ εἶ προφήτης, ἀλλ' Εἰ σὺ εἶ ὁ προφήτης· ὧν ἕκαστον ἐξαίρετον ἦν. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος ὁ Ἰωάννης οὐκ ἔλεγεν· Ἐν ἀρχῇ ἦν Λόγος, ἀλλ' Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Οὕτω δὴ καὶ ἐνταῦθα οὐκ εἶπεν· Ἰδοὺ παρθένος, ἀλλ' Ἰδοὺ ἡ παρθένος· καὶ μετὰ ἀξιώματος προφήτῃ πρέποντος τὸ Ἰδού. Μόνον γὰρ οὐχὶ ὁρῶντος ἦν τὰ γινόμενα καὶ φανταζομένου καὶ πολλὴν ἔχοντος ὑπὲρ τῶν εἰρημένων πληροφορίαν. Τῶν γὰρ ἡμετέρων ὀφθαλμῶν ἐκεῖνοι σαφέστερον τὰ μὴ ὁρώμενα ἔβλεπον. Τὴν μὲν γὰρ