1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

46

<καὶ σὺ καθήμενος,> ἀλλὰ <σὺ καθήμενος καὶ ἡμεῖς> ἀπολλύμενοι. Τὸ δὲ ἐπὶ θρόνου καθῆσθαι τὸ κρίνειν ἐστί. ∆ιὰ τοῦτο αὐτὸν οὕτως ὁρᾷ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου ἢ ἕτερον μὲν τοῦτο, ἕτερον δὲ ἐκεῖνο αἰνίττεται. Καὶ γὰρ ὑψηλὸς ἦν ὁ θρόνος, τουτέστι, μέγας καὶ ὑπερμήκης· καὶ ἐπῃρμένος, τουτέστι, καὶ ἐν ὕψει φαινόμενος ἀφάτῳ καὶ μετέωρος. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Ποῖος οἶκος; εἰπέ μοι. Ὁ ναός. Ἐπειδὴ γὰρ ἐκεῖθεν ἔχρα εἰκότως καὶ ἐν τῇ ὄψει τῇ θαυμασίᾳ ταύτῃ ἐκεῖ καθήμενος φαίνεται. ∆όξαν δὲ ἐνταῦθά φησι λαμπρότητα, φῶς ἀπόρρητον· ὅπερ ἑρμηνεῦσαι τῷ λόγῳ μὴ δυνάμενος, δόξαν ἐκάλεσε καὶ οὐχ ἁπλῶς δόξαν, ἀλλὰ Θεοῦ δόξαν. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Τίνα λέγει ταῦτα τὰ Σεραφίμ; ∆υνάμεις ἀσώματοι τῶν ἄνω δήμων, ὧν τὴν ἀρετὴν καὶ τὴν μακαριότητα καὶ ἀπὸ τῆς προσηγορίας ἔστιν ἰδεῖν. Τῇ γὰρ Ἑβραίων γλώττῃ ἔμπυρα στόματα ἑρμηνεύεται τὰ Σεραφίμ. Τί οὖν ἐκ τούτου μανθάνομεν; Τὸ καθαρὸν τῆς οὐσίας, τὸ ἄγρυπνον, τὸ διεγηγερμένον, τὸ γοργόν, τὸ ἐνεργητικόν, τὸ ἀκηλίδωτον. Οὕτω γοῦν καὶ ὁ προφήτης ∆αυῒδ τῶν ἄνω δυνάμεων τὴν ἀπαραπόδιστον διακονίαν βουλόμενος ἡμῖν ἐνδείξασθαι καὶ τὸ ταχὺ τῆς ὑπηρεσίας καὶ σφόδρα ἐνεργές, ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· τὸ ταχύ, τὸ κοῦφον, τὸ δραστήριον ἡμῖν διὰ τῶν στοιχείων τούτων ἐνδεικνύμενος. Τοιαῦτα καὶ αἱ δυνάμεις αὗται, καθαροῖς στόμασιν ἀνυμνοῦσαι τὸν ∆εσπότην, ἔργον τοῦτο ἔχουσαι διηνεκῶς, εὐφημίας ἀναφέρουσαι, λειτουργίαν ἀδιάλειπτον. ∆είκνυσι δὲ αὐτῶν τὸ ἀξίωμα καὶ τὸ πλησίον εἶναι τοῦ θρόνου. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων τῶν ἐπὶ γῆς οἱ ἐν μείζοσιν ἀξιώμασιν ὄντες, παρ' αὐτὸν ἑστήκασι τὸν θρόνον τὸν βασιλικόν· οὕτω δὴ καὶ αὗται αἱ δυνάμεις διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν τὸν ἄνω θρόνον κυκλοῦσι, τῆς ἀπορρήτου μακαριότητος ἀπολαύουσαι διηνεκῶς καὶ ἐντρυφῶσαι τῇ μακαρίᾳ λήξει τῆς λειτουργίας ταύτης. Ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας ἑαυτῶν, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ. Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Τί βούλεται ἡμῖν ταῦτα τὰ πτερὰ καὶ τί αἰνίττονται ἡμῖν αἱ πτέρυγες; Οὐ γὰρ δὴ πτερὰ ἐπὶ τὰς ἀσωμάτους δυνάμεις ἐκείνας· ἀλλὰ πάλιν διὰ παχυτέρων σχημάτων ἀπόρρητά τινα ἡμῖν ὁ προφήτης παραδηλοῖ, συγκαταβαίνων μὲν τῇ ἀσθενείᾳ τῶν τότε ἀκροωμένων, ὅμως δὲ καὶ διὰ τῆς συγκαταβάσεως πᾶσαν διάνοιαν ὑπερβαίνοντα νοήματα μετὰ ἀκριβείας ἡμῖν ἐνδεικνύμενος.

6.3 Τί οὖν αἰνίττονται αἱ πτέρυγες; Τὸ ὑψηλὸν καὶ μετάρσιον τῶν δυνάμεων τούτων. Οὕτω καὶ ὁ Γαβριὴλ πετόμενος καὶ ἐκ τῶν οὐρανῶν καταβαίνων φαίνεται, ἵνα μάθῃς τὸ ταχὺ καὶ κοῦφον. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν λειτουργικῶν δυνάμεων ταύταις ταῖς λέξεσι κέχρηται, ὅπου γε καὶ ἐπ' αὐτοῦ τοῦ τῶν ὅλων Θεοῦ οὐ παρῃτήσατο ταύτην μεταχειρίσασθαι τὴν συγκατάβασιν; Βουλόμενος γὰρ αὐτοῦ δεῖξαι ἢ τὸ ἀσώματον ἢ τὸ ταχὺ τῆς πανταχοῦ παρουσίας, φησὶν ὁ ∆αυΐδ· Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Καίτοι γε οὔτε ἄνεμοι πτέρυγας ἔχουσιν, οὔτε αὐτὸς ἐπὶ πτερύγων περιπατεῖ. Πῶς γὰρ ὁ πανταχοῦ παρών; Ἀλλ' ὅπερ ἔφθην εἰπών, τῇ ἀσθενείᾳ τῶν ἀκουόντων συγκαταβαίνων, ἀπὸ τῶν ἐγχωρούντων ἀνῆγεν αὐτῶν τὴν διάνοιαν. Καὶ πάλιν τὴν βοήθειαν αὐτοῦ βουλόμενος καὶ τὴν ἐκ ταύτης ἀσφάλειαν ἐνδείξασθαι, ταῖς αὐταῖς κέχρηται λέξεσιν, οὕτω λέγων· Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με. Ἐνταῦθα μέντοι οὐ τὸ μετάρσιον καὶ κοῦφον ἡμῖν αἰνίττεται μόνον ὁ προφήτης διὰ τῶν πτερύγων τούτων, ἀλλὰ καὶ ἕτερόν τι φρικῶδες. ∆είκνυσι γὰρ ὅτι εἰ καὶ συγκατάβασις ἦν τὸ ὁρώμενον, ὥσπερ οὖν καὶ ἦν, οὐδὲ αἱ ἄνω δυνάμεις πρὸς τὸ μέτρον τοῦτο χωρῆσαι ἠδύναντο. Τὸ γὰρ καλύπτειν τοὺς πόδας καὶ τὰ πρόσωπα καὶ τὰ νῶτα, ἐκπληττομένων ἦν, τρεμουσῶν [τὴν ἀστραπήν], οὐ φερουσῶν τὴν ἀπὸ τοῦ θρόνου πηδῶσαν ἀστραπήν. ∆ιὰ τοῦτο,