1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

18

εἰπών, τὸ μηκέτι τὰς δι' ὀλίγου γίγνεσθαι ἐπαναστάσεις. Οὐ γὰρ εἶπεν, οὐκ ἔσται πόλεμος παντελῶς, ἀλλὰ τί; Οὐ μὴ ἄρῃ ἔθνος ἐπ' ἔθνος μάχαιραν· καὶ τὴν τῶν δήμων ἐλευθερίαν προστέθεικεν εἰπών, Οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν, οὔκουν ἴσμεν πολεμεῖν πλὴν ὀλίγων τῶν εἰς τοῦτο ἀποτεταγμένων στρατιωτῶν. Καὶ νῦν σύ, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ. Ἀπαρτίσας τὴν περὶ τῆς Ἐκκλησίαςπροφητείαν, πάλιν ἐπὶ τὴν ἱστορίαν μεταβαίνει, ὡς δὴ τῶν ἀκολούθων ἐχόμενος ῥημάτων. Τοιοῦτον γὰρ ἔθος τοῖς προφήταις, μὴ τῇ τῶν εἰρημένων ἀσαφείᾳ μόνον, ἀλλὰ καὶ τῷ σχήματι τῆς ἀκολουθίας συσκιάζειν τὴν προφητείαν. ∆ιόπερ οὐδὲ ἀπηρτισμένον ποιεῖ τὸν λόγον ἀλλὰ ὡς μίαν τινὰ ἕλκων σειράν, οὕτω πρὸς τὴν τῶν Ἰουδαίων νουθεσίαν μεταβαίνει πάλιν, καί φησι· Καὶ νῦν σύ, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου· τουτέστι, ταῖς ἐντολαῖς αὐτοῦ, τῷ νόμῳ αὐτοῦ· Λύχνος γὰρ ἐντολὴ νόμου καὶ φῶς καὶ ζωὴ καὶ ἔλεγχος καὶ παιδεία· καὶ ὁ ∆αυῒδ πάλιν φησίν· Ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς· καί· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Καὶ πανταχοῦ οὕτω τὸν νόμον καλούμενον κατίδοι τις ἄν. Οὕτω καὶ Παῦλός φησι· Πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων. Οὐ γὰρ οὕτως αἱ τοῦ ἡλίου ἀκτῖνες χειραγωγοῦσιν ἡμῶν τοῦ σώματος τοὺς ὀφθαλμούς, ὡς αἱ τοῦ νόμου ἐντολαὶ καταυγάζουσι τὰ τῆς ψυχῆς ὄμματα.

2.6 ∆εικνὺς τοίνυν ὁ προφήτης, ὅτι καὶ πρὸ τῆς ἀντιδόσεως καὶ πρὸ τῆς ἀμοιβῆς, ἐν αὐτῷ τῷ πληροῦσθαι τὴν ἀμοιβὴν παρέχουσιν ἡμῖν αἱ ἐντολαί, φῶς αὐτὰς ἐκάλεσεν. Ὥσπερ γὰρ ὀφθαλμὸς ἐν αὐτῷ τῷ φωτίζεσθαι κερδαίνει, οὕτω καὶ ψυχὴ ἐν αὐτῷ τῷ πείθεσθαι τῷ νόμῳ τὰ μέγιστα καρποῦται, ἐκκαθαιρομένη καὶ κακίας ἀπαλλαττομένη καὶ πρὸς αὐτὴν ἀναβᾶσα τὴν ἀρετήν· ὥσπερ οὖν τοὐναντίον οἱ παραβαίνοντες καὶ πρὸ τῆς κολάσεως ἐν αὐτῷ τῷ παραβαίνειν δίκην διδόασι, τῶν ἐν σκότει καθημένων ἀθλιώτερον διακείμενοι, φόβου καὶ τρόμου καὶ πονηροῦ γέμοντες συνειδότος καὶ ἐν μεσημβρίᾳ μέσῃ δεδοικότες καὶ τρέμοντες ἅπαντας, τοὺς συνειδότας, τοὺς οὐδὲν συνειδότας. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ· τουτέστιν, εἴασεν, ἀφῆκεν, παρεῖδεν, τῆς αὐτοῦ προνοίας ἐγύμνωσεν. Εἶτα φοβήσας, λέγει καὶ τὴν αἰτίαν, ὥστε αὐτοὺς διορθῶσαι τὰ γεγενημένα. Τίς οὖν ἐστιν ἡ αἰτία; Ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν κλῃδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Ἔμπροσθεν μὲν γὰρ καπηλείαν αὐτοῖς καὶ φιλαργυρίαν καὶ τὴν τῶν χηρῶν ὑπεροψίαν ἐνεκάλει· ἐνταῦθα δὲ καὶ δογμάτων πονηρῶν, καὶ ἀσεβείας λείψανα, κατὰ μικρὸν αὐτοὺς ὑποσύροντα πρὸς τὴν τῶν δαιμόνων πλάνην. Εἶτα καθικνούμενος αὐτῶν, οὐκ εἶπεν ὅτι κλῃδονίζονται ἁπλῶς, ἀλλ' ὅτι Ἐνεπλήσθη ἡ χώρα αὐτῶν. Μετὰ πολλῆς ὑπερβολῆς ἡ κακία αὐτῶν πάλιν ηὔξετο, φησίν. Ὥσπερ ἀνωτέρω ἔλεγε· Λαός, οὐχ ἁπλῶς ἁμαρτωλός, ἀλλά· Πλήρης ἁμαρτιῶν, οὕτω καὶ ἐνταῦθα· Ἐνεπλήσθη. Εἶτα πάλιν ἐπιτείνων τὸ ὄνειδος προσέθηκεν· Ὡς τὸ ἀπ' ἀρχῆς. Ἀπ' ἀρχῆς, πότε; Ὅτε Θεὸν οὐκἐγνώκεισαν, ὅτε νόμον οὐκ εἰλήφεισαν, ὅτε τῆς εὐεργεσίας αὐτοῦ πεῖραν εἰληφότες οὐκ ἦσαν, ὅτε μετὰ τῶν ἐθνῶν ἔζων, ὅπερ ἐσχάτης καταγνώσεως ἦν, μηδὲν ἄμεινον διακεῖσθαι νῦν, μετὰ τὴν τοσαύτην πρόνοιάν τε καὶ ἐπιμέλειαν, τῶν μηδενὸς τούτων ἀπολελαυκότων. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καταπλήττων αὐτοὺς πάλιν προστέθεικεν· Ὡς ἡ τῶν ἀλλοφύλων· τῇ συγκρίσει τοῦ προσώπου τὴν κατηγορίαν χαλεπωτέραν ποιῶν. Ὃ καὶ Παῦλος εἴωθεν ἐργάζεσθαι συνεχῶς· ὡς ὅταν λέγῃ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· καὶ πάλιν· Εἰδέναι ἕκαστον τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. Καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ προστέθεικε λέγων· Καθὼς καὶ τὰ λοιπὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Μάλιστα γὰρ οὗτος ὁ λόγος δάκνειν εἴωθε καὶ