1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

61

ἡμέρᾳ ἐκείνῃ οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. Πολλῆς καὶ τοῦτο δυσπραγίας σημεῖον, ὅταν μὴ ὄρη καὶ νάπαι, ἀλλ' αὐτὴ ἡ βαθύγειος καὶ πολλῆς ἀπολαύουσα τῆς ἐπιμελείας ἀκάνθας φέρῃ. Οὐδὲ γὰρ ἁπλῶς τὸ τίμημα τῶν ἀμπέλων τέθεικεν, ἀλλ' ἵνα καὶ τὴν φύσιν τῆς γῆς ἐπιδείξηται καὶ τὴν πολλὴν τῶν γεωργῶν ἐπιμέλειαν. Ἀλλ' ὅμως ἐκεῖνα τὰ οὕτως εὐθηνούμενα, φησί, καὶ γεωργικῶν ἀπολαύοντα χειρῶν, εἰς τοσαύτην καταστρέψει τὴν ἐρημίαν, ὡς ἀκάνθας μὲν ἀντὶ ἀμπέλων φέρειν, τοσοῦτον δὲ παρέχειν τοῖς εἰσιοῦσι τὸν φόβον, ὡς μηδένα τολμᾷν γυμνὸν καὶ ἄοπλον εἰσιέναι. Τοῦτο δὲ λέγει, τὴν ἐρημίαν ἐμφαίνων τοῦ τόπου καὶ τὴν πολλὴν αὐτόθι τῶν θηρίων διατριβήν. Κατασείσας τοίνυν αὐτῶν τὴν διάνοιαν καὶ μετὰ ἀκριβείας κατεργασάμενος αὐτοὺς τῷ φόβῳ, πάλιν ἀνίησιν ὀλίγον, τὰ χρηστὰ ἀναμίξας καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν, ἵνα ἑκατέρωθεν μάθωσι τοῦ Θεοῦ τὴν ἰσχύν. Ἀλλὰ τοῖς μὲν φοβεροῖς ἐνδιατρίβει, τὰ δὲ χρηστὰ εὐθέως εἰπὼν ἀπαλλάττεται. Τί δήποτε; Ὅτι τούτου μάλιστα ἐδέοντο τῆς ἐπιτιμήσεως τοῦ φαρμάκου τότε· διὸ δὴ αὐτὸ μετὰ δαψιλείας ἐπιθείς, ὥστε ἐνδοῦναι μικρὸν ἀναπνεῦσαι καὶ ταύτῃ πάλιν εἰς ἀρετὴν ἐκκαλέσασθαι, καὶ τὰ χρηστὰ ἀναμίγνυσι, λέγων· Πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται. Ὥσπερ γὰρ ἐν τῇ ὀργῇ τοῦ Θεοῦ καὶ ἡ βαθύγειος ἔρημος ἔσται, οὕτω καὶ ἐν τῇ καταλλαγῇ πάλιν καὶ ἡ τραχεῖα τὰ τῆς λιπαρᾶς ἐπιδείξεται γῆς, ἄροτρον δεχομένη καὶ σπέρματα. Τούτων δὲ γενομένων, καὶ τὰ ἐκ τούτων ἅπαντα ἔσται, εἰρήνη καὶ ἄδεια καὶ τὸ θαρσεῖν καὶ μὴ δεδοικέναι, καθάπερ ἔμπροσθεν. Οὐ γὰρ μὴ ἐπέλθῃ, φησίν, ἐκεῖ φόβος. Ἔσται δὲ ἀπὸ τῆς χέρσου καὶ ἀπὸ τῆς ἀκάνθης εἰς βόσκημα προβάτου καὶ πάτημα βοός. Καὶ διὰ τούτων πάλιν τὴν εὐθηνίαν αἰνίττεται, ὥσπερ καὶ ἔμπροσθεν προϊὼν λέγει· Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Ὥσπερ γάρ, ὅταν ἐρημίαν παραστῆσαι βούληται, Σειρῆνας καὶ Ὀνοκενταύρους εἰς μέσον ἄγει τῷ λόγῳ· οὕτως, ὅταν εἰρήνην καὶ ἀσφάλειαν, τὰ χειροήθη καὶ τιθασσὰ τῶν ζώων καὶ συνεφαπτόμενα τῶν γεωργικῶν ἔργων ἡμῖν ταῦτα πανταχοῦ δείκνυσι φαινόμενα, ἀπὸ τούτων τὰ ἐκ τούτων ἐμφαίνων, γεωργίαν καὶ τὴν ἄλλην αὐτῶν διακονίαν.

8.τ ΚΕΦΑΛ. Ηʹ

8.1 Καὶ εἶπε Κύριος πρός με· λαβὲ σεαυτῷ τόμον χάρτου καινόν, μέγαν, καὶ

γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. Καὶ εἰπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. ∆οκεῖ μὲν ἀπηρτῆσθαι κατὰ τὴν λέξιν ταυτὶ τὰ δύο προστάγματα, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς ἄλληλα· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε τῶν νοημάτων τὴν δύναμιν, πολλὴν ὄψεται τὴν συνέχειαν καὶ τὸν σκοπὸν ἕνα. Ἀναγκαῖον δὲ πρῶτον εἰπεῖν, τίνος ἕνεκεν τὸ τῆς προφητείας εἶδος εἰς τὸν τῶν ἀνθρώπων εἰσηνέχθη βίον. [Τίνος οὖν ἕνεκεν εἰσηνέχθη, ἀναγκαῖον εἰπεῖν.] Μέλλειν εἴωθεν ὁ Θεὸς καὶ βραδύνειν πρὸς τὰς τῶν ἁμαρτανόντων τιμωρίας, ὥσπερ οὖν ταχύς ἐστι καὶ ὀξὺς εἰς τὰς τῶν κατορθούντων εὐεργεσίας. Τοῦτο τοὺς ῥᾳθυμοτέρους ἀναπίπτειν παρασκευάζει, τὸ μὴ κατὰ πόδας ἕπεσθαι τῶν πλημμελημάτων τὴν δίκην. Ἵνα οὖν καὶ ὁ Θεὸς τὴν μακροθυμίαν ἐπιδεικνύηται τὴν ἑαυτοῦ καὶ μηδὲν ἐντεῦθεν ἐκεῖνοι γένωνται ῥᾳθυμότεροι, τὸ τῆς προφητείας κατα σκευάζει φάρμακον οὐ τῇ πείρᾳ τῶν κολάσεων, ἀλλὰ τῇ προγνώσει παιδεύων τοὺς ἁμαρτάνοντας τέως, ἵνα, ἂν μὲν