1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

31

τὸ κατάλληλον ἐπάγει φάρμακον, καὶ τῷ προτέρῳ τὸ πρότερον καὶ τῷ δευτέρῳ τὸ ἐχόμενον· τῇ μὲν ἀπονοίᾳ, τὴν ταπείνωσιν, τῷ δὲ καλλωπισμῷ τοῦ σχήματος τὴν ἀναίρεσιν ἐκείνου. Πολέμου γὰρ καταλαβόντος τότε, τὰ πάντα οἰχήσεται, φησίν. Αἵ τε γὰρ φλεγμαίνουσαι καὶ ἀπονενοημέναι, τῷ φόβῳ κατασταλεῖσαι, τοῦ νοσήματος ἀπαλλαγήσονται· αἵ τε μαλακιζόμεναι καὶ διὰ πάντων θρυπτόμεναι, εἰς τὸν τῆς αἰχμαλωσίας ἐμπεσοῦσαι ζυγόν, πάσης ἐκείνης ἐλευθερωθήσονται τῆς βλακείας. Ὥστε δὲ ποιῆσαι τὸν λόγον αὐτοῖς φορτικώτερον καὶ καθάψασθαι τῆς τῶν ἀκροωμένων διανοίας, καὶ κατ' εἶδος διηγεῖται τὸν καλλωπισμὸν τῶν ἱματίων, τῶν χρυσίων, τὸν ἐπὶ τῆς ὄψεως, τὸν ἐπὶ τοῦ λοιποῦ σώματος, πρόεισι δὲ καὶ ἐπὶ τὸν τῆς οἰκίας κόσμον. Οὐ γὰρ δὴ μόνον τὰ σώματα ἐκαλλώπιζον, ἀλλὰ τὴν ὕβριν ταύτην καὶ μέχρι τῶν τοίχων ἐξῆγον, εἰς οὐδὲν δέον δαπανώμεναι· καὶ τὰς τρίχας δὲ στρεβλοῦσαι, τὰ πτερὰ τῆς τοιαύτης ἀπάτης πάντοθεν ἀνεπετάννυον. Καὶ τοῦτο γοῦν ἐγκαλεῖ λέγων ὅτι Ἀφελεῖ τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν καὶ τὰ ἐμπλόκια αὐτῶν καὶ τοὺς κορύμβους. Κορύμβους δὲ λέγει, ἢ κόσμον τινὰ περὶ τὴν κεφαλὴν ἢ αὐτοῦ τοῦ κεφαλοδέσμου τὸ σχῆμα. Καὶ τοὺς μηνίσκους· κόσμον περὶ τὸν τράχηλον σεληνοειδῆ. Καὶ τὸ κάθεμα. Τὸ θέριστρον λέγει. Καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν. Ἐνταῦθά μοι δοκεῖ ἐπιτρίμματα καὶ ὑπογραφὰς αἰνίττεσθαι. Καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης. Τοῦτο περιχρύσιόν φησι. Καὶ τοὺς χλιδῶνας· τὰ περὶ τοὺς βραχίονας χρυσία. Καὶ τὰ ψέλλια· τὰ περὶ τοὺς καρπούς. Καὶ τὸ ἐμπλόκιον· κόσμον χρυσοῦν περὶ τὴν κεφαλήν. Καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια· ἃ λέγουσι δεξιάρια. Καὶ τὰ ἐνώτια καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά. Τοσαύτη γὰρ ἦν αὐτῶν ἡ περὶ τὴν ἀσέλγειαν σπουδή, ὡς μὴ μόνον τοῖς ἐγχωρίοις κεχρῆσθαι, ἀλλὰ καὶ πόρρωθεν καὶ ἐκ τῆς ἀλλοτρίας αὐτὰς συλλέγειν καὶ διαποντίους ἀποδημίας ὑπὲρ αὐτῶν στέλλεσθαι. Πολὺ γὰρ τὸ μέσον τῆς Παλαιστίνης καὶ τῆς Λακεδαίμονος καὶ πέλαγος ἄπειρον.

3.9 Οὐχ ἁπλῶς τοίνυν τὴν πατρίδα τέθεικεν, ἀφεὶς τὰ ἐσθήματα, ἀλλ' ὥστε τὴν ὑπερβάλλουσαν αὐτῶν ἀκολασίαν ἐμφῆναι. Καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένην καὶ θέριστρα κατάκλειστα τοῦ χρυσίου. Οὐδὲν γὰρ εἶδος οὐκ ἐν ἱματίοις, οὐκ ἐν τῷ λοιπῷ κόσμῳ κατέλιπον, ἀλλὰ πᾶσαν ἐπῆλθον πολυτελείας ὁδόν, τῇ τῆς ἀσελγείας ἐκβακχευθεῖσαι τυραννίδι. Ταῦτα δὲ εἰ τότε ἐγκλήματα ἦν πρὸ τῆς χάριτος καὶ τῆς τοσαύτης φιλοσοφίας, ποίας ἂν τύχοιεν συγγνώμης αἱ πρὸς τὸν οὐρανὸν κληθεῖσαι νῦν καὶ εἰς μακρότερα σκάμματα καὶ πρὸς τὸν τῶν ἀγγέλων ἑλκόμεναι ζῆλον καὶ μετὰ πλείονος τῆς ὑπερβολῆς ταύτην νικῶσαι τὴν ἀσέλγειαν καὶ τὰς ἐπὶ τῆς σκηνῆς ἀποκρύπτουσαι; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ἁμαρτάνειν ἡγοῦνται. ∆ιὸ καὶ πρὸς αὐτὰς ἀνάγκη τὴν τοῦ προφήτου φωνὴν ὁπλίσαι. Οὐ γὰρ δὴ μόνον πρὸς ἐκείνας, ἀλλὰ καὶ πρὸς ταύτας εἰρήσεται τὸ ἐπαγόμενον ὅτι Ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός. Ὁρᾷς πῶς καὶ τὴν τῶν μύρων ἀλοιφὴν ἐκβάλλει καὶ μεγάλην αὐτῇ τίθησι τιμωρίαν; Κονιορτὸν γὰρ ἐνταῦθά φησι τὸν αἰρόμενον μετὰ τὴν τῆς πόλεως κατασκαφὴν καὶ τὴν τῶν βαρβάρων ἔφοδον. Καὶ γὰρ καὶ πυρὶ καὶ σιδήρῳ τότε αὐτὴν διενείμαντο τὸ μὲν αὐτῆς κατασκάψαντες, τὸ δὲ ἐμπρησμῷ παραδόντες. Ταῦτα οὖν προλέγων ἔλεγεν ὅτι Ἀντὶ ὀσμῆς ἡδείας ἔσται σοὶ κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ· ὑπ' ὄψιν ἄγων τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ τὴν ἐπὶ τὴν βάρβαρον χώραν ἀπαγωγήν. Καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις· ἢ τῶν τριχῶν ἀπὸ τῆς ταλαιπωρίας ἀπορρυεισῶν ἢ τῶν πολεμίων τοῦτο ἐργαζομένων ἢ αὐτῶν ἑαυτάς. Ἔθος γὰρ ἦν τὸ παλαιὸν ἐν πένθει καὶ συμφορᾷ ἀποκείρεσθαι καὶ ξύρεσθαι. Καὶ γὰρ ὁ Ἰὼβ ἀπεκείρατο τὴν κεφαλήν, ἀκούσας τῶν παίδων τὴν συμφοράν. Καὶ προϊὼν ὁ προφήτης, μετὰ σάκκου καὶ κοπετοῦ καὶ ξύρησιν ἔφησε γενέσθαι. Καὶ