1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

36

μνήμην. Ἴστε γοῦν ὅτι καὶ νῦν τὰ μὲν ἄλλα οὐδ' ἐξ ὀνόματος τοῖς πολλοῖς ἐστι Βιβλία γνώριμα· τὴν δέ γε τῶν ψαλμῶν πραγματείαν ἐπὶ στόματος ἅπαντες φέρουσι καὶ αὐτὰς ταύτας τὰς ᾠδάς· οὕτως ὡς δι' αὐτῶν τῶν πραγμάτων δείκνυται, πόσον ἀπὸ τῆς μελῳδίας τὸ κέρδος ἐστί. ∆ιὰ δὴ τοῦτο καὶ αὐτός φησιν· Ἄσω δὲ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. Ἆσμα τῷ ἠγαπημένῳ, φησίν, ἀμπελῶνι· ᾄσω περὶ αὐτοῦ τοῦ ἠγαπημένου. Καὶ αὐτῷ γὰρ ᾄδω, φησί, καὶ ἡ ὑπόθεσις τῆς ᾠδῆς περὶ αὐτοῦ καὶ τῶν αὐτοῦ πραγμάτων ἐστίν. Εἰ δὲ μέλλων κατηγορεῖν ἀγαπητὸν καλεῖ καὶ ἠγαπημένον, μὴ θαυμάσῃς. Καὶ τοῦτο γὰρ μέγιστον κατηγορίας ἐφόδιον, ὅτι δὴ ἀγαπηθέντες καὶ τοσαύτης ἀπολαύσαντες παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας, οὐδὲ οὕτω βελτίους ἐγένοντο. Τοῦτο γοῦν καὶ ἕτερος προφήτης αἰνιττόμενος ἔλεγεν· Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραήλ, ὡς σκοπὸν ἐν συκῇ πρώϊμον εἶδον πατέρας αὐτῶν· τὸ ποθεινὸν αὐτῶν καὶ ἐπέραστον διὰ τῶν καρπῶν τούτων ἐνδεικνύμενος· ποθεινὸν δὲ αὐτὸν καὶ ἐπέραστον οὐ παρὰ τὴν οἰκείαν ἀρετήν, ἀλλὰ παρὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ἐγὼ μὲν οὕτως ἠγάπησα, ὡς ἄν τις σταφυλὴν εὑρὼν ἐν ἐρήμῳ ἢ ὡς ἄν τις σκοπὸν ἐν συκῇ. Εἰ γὰρ καὶ ἀνάξια τοῦ Θεοῦ τὰ παραδείγματα, ἀλλὰ κατάλληλα τῆς ἐκείνων γαστριμαργίας. Αὐτοὶ δέ, φησί, τοσαύτης ἀπολαύσαντες τῆς ἀγάπης, ἀπηλλοτριώθησαν καὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγώρ. Οὕτω δὴ καὶ ἐνταῦθα ἠγαπημένον αὐτὸν καλεῖ καὶ ἀγαπητὸν δεικνὺς ὅτι ὁ μὲν Θεὸς τὰ παρ' ἑαυτοῦ πάντα ἐπεδείξατο, οὐκ αὐτῶν ἀρξαμένων, ἀλλὰ τοῦ Θεοῦ ἡγησαμένου. Ἐκεῖνοι δὲ οὐδὲ μετὰ ταῦτα ἀξίους ἑαυτοὺς τῆς εὐεργεσίας ἔδειξαν, ἀλλὰ τἀναντία ἐπεδείξαντο ἅπαντα. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Τῷ ὀνόματι τοῦ ἀμπελῶνος πᾶσαν ἐνέφηνε τὴν πρόνοιαν καὶ τὴν περὶ αὐτοὺς ἐπιμέλειαν.

5.2 Οὐ μὴν ἵσταται μέχρι τούτου, ἀλλὰ καὶ τὰ ἕτερα ἀπαριθμεῖται εὐεργετήματα· καὶ πρότερον ἀπὸ τῆς θέσεως τοῦ τόπου τοῦτο ποιεῖ· τὸ γάρ· ἐν κέρατι, ἐν τόπῳ πίονι, τὸ μὲν τὴν φύσιν τῆς γῆς ἐπαινῶν ἔλεγε, τὸ δὲ τὴν θέσιν· ὅπερ καὶ ὁ ∆αυῒδ ψάλλων ἔφησεν, ὅτι Ἱερουσαλήμ, ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ. Ἐτείχισε μὲν γὰρ αὐτήν, φησί, καὶ τῇ θέσει τοῦ τόπου· πλὴν οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ τὸ μέγιστον τεῖχος αὐτὸς αὐτῇ γέγονεν· ὃ δὴ καὶ οὗτος αἰνίττεται λέγων· Ἐν κέρατι, τό τε ἀχείρωτον καὶ τὸ ἀκαταγώνιστον τοῦ τόπου καὶ πρὸ τούτου τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν δηλῶν ἀπὸ μεταφορᾶς τοῦ κέρως τοῦ βοός. Καὶ γὰρ καὶ παροιμία τοιαύτη δημώδης ἐξενήνεκται περὶ τῶν εἰς ἀσφαλές τι χωρίον καταφευγόντων. Ἐπειδὴ γὰρ ἰσχυρότατον πάντων ὁ ταῦρος, αὐτοῦ δὲ τοῦ ζώου τὸ ἰσχυρότερον τὸ κέρας· ὅπλῳ γὰρ αὐτῷ κέχρηται· διὰ τὸ δυσχείρωτον, τοῦτο εἰώθασι λέγειν οἱ πολλοί· καὶ ἡ Γραφὴ δὲ πολλάκις κέρας μονοκέρωτος καλεῖ τοὺς ἐν ἀσφαλείᾳ ὄντας. Ἐν κέρατι οὖν ἐνταῦθά φησιν, ἐν ἀσφαλείᾳ, ἐν ὕψει, ὅπερ ἀρχόμενος ἔλεγεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Ἐν τόπῳ πίονι· ὅπερ ὁ Μωϋσῆς εἶπεν· Γῆν ῥέουσαν γάλα καὶ μέλι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα. Φραγμὸν ἢ τὸ τεῖχός φησιν ἢ τὸν νόμον, ἢ τὴν αὐτοῦ πρόνοιαν. Καὶ γὰρ ὁ νόμος τείχους ἀσφαλέστερον αὐτοῖς περιέκειτο. Καὶ ἐχαράκωσα, τουτέστιν, ἰσχυρὰν τὴν ἀσφάλειαν ἐποιησάμην. Ἐπειδὴ γὰρ πολλάκις φραγμὸς εὐεπιχείρητον καὶ ἑτέραν, φησί, περιέβαλον αὐτοῖς συμμαχίαν. Καὶ ἐφύτευσα ἄμπελον Σωρήχ. Ἐπιμένει τῇ μεταφορᾷ, ἣν οὐ δεῖ κατὰ λέξιν ἑρμηνεύειν, ἀλλὰ τὸν σκοπὸν εἰδότας ἀρκεῖσθαι τούτῳ. Σωρὴχ δὲ ἐνταῦθα ἀληθινήν φησιν, εὐγενῆ, οὐχὶ τῶν φαύλων φυτῶν, οὐδὲ τῶν καταδεεστέρων, ἀλλὰ τῶν δοκίμων καὶ πρώτων. Πολλὰ γὰρ ἀμπέλων γένη. Καὶ ᾠκοδόμησα πύργον καὶ προλήνιον ἐν μέσῳ αὐτοῦ. Τινὲς <πύργον> τὸν ναόν φασι καὶ προλήνιον τὸ θυσιαστήριον, ἅτε τῶν καρπῶν ἐκεῖ συναγομένων τῆς ἀρετῆς τῆς ἑκάστου καὶ τῶν προσφορῶν καὶ τῶν θυσιῶν ἁπασῶν· ἐγὼ μέντοι τοῦτο, ὅπερ ἔφθην εἰπὼν καὶ νῦν ἐρῶ, ὅτι τῷ σκοπῷ δεῖ προσέχειν τῆς μεταφορᾶς. ∆ιὰ γὰρ