1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

33

γαστέρας. Ὅταν γὰρ ἅπασαν τὴν οὐσίαν γυνὴ ἢ καὶ τὸ πλέον τῶν ὄντων εἰς τὴν τοῦ σώματος ὕβριν ἀναγκάζῃ τὸν ἄνδρα δαπανᾷν (ὕβρις γὰρ σώματος, τὸ περικείμενον χρυσίον), ἀνάγκη τὴν χεῖρα συστέλλεσθαι πρὸς τὴν τῆς ἐλεημοσύνης φιλοτιμίαν. Καὶ πολλὰ δὲ ἕτερα ἐκ τούτου τικτόμενα ἔστιν ἰδεῖν ἁμαρτημάτων εἴδη. Ἀλλὰ ταῦτα ἀφέντες τῇ πείρᾳ τῶν πασχόντων εἰδέναι σαφῶς, τῶν ἐχομένων ἁπτώμεθα. Μετὰ γὰρ τὸ παραστῆσαι τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ εἰπεῖν ὅτι ἀντὶ τοῦ καλλωπισμοῦ ταύτην ἐπάγω, ἐπιτείνει τὴν συμφοράν, λέγων· Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. Τοῦτο γὰρ αἰχμαλωσίας χαλεπώτερον. Καὶ γάρ ἐστι ζωὴ θανάτου πικροτέρα. Ὅταν γὰρ μετὰ τῆς δουλείας καὶ ἄωρα <τὰ> πένθη θρηνεῖν ἀναγκάζωνται, ἐννόησον ὅσον τῆς συμφορᾶς τὸ μέγεθος, τῶν καὶ καθ' ἑαυτὰ πικρῶν ὄντων συναπτομένων ἀλλήλοις. Καὶ γὰρ εἰ αἰχμαλωσία μόνη ἦν, ἀφόρητον ἦν τὸ δεινόν· καὶ εἰ ἐν ἐλευθερίᾳ ζώντων τοιαῦτα συνέβαινε πένθη, θανάτου πικροτέρα ἦν ἡ ζωή. Ἀλλὰ νῦν ἀμφότερα ἔσται, φησί, συνημμένα ἀλλήλοις. Μᾶλλον δὲ διπλῆν δεῖ ταύτην καλεῖν συμφορὰν καὶ τριπλῆν καὶ τετραπλῆν, ὅταν καὶ υἱὸς καὶ κάλλιστος καὶ ποθούμενος καὶ ὑπὸ βαρβάρων, ἀλλὰ μὴ τῷ κοινῷ τῆς φύσεως καταλύῃ νόμῳ τὸν βίον· καὶ μετὰ τούτου καὶ οἱ ἐν ἡλικίᾳ πάντες, ὥστε μηδὲ ἐλπίδα αὐτοῖς εἶναι χρηστήν, ὅσον εἰς ἀνθρωπίνην ἧκε βοήθειαν καὶ συμμαχίαν. Καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. ∆ιὰ πάντων αὔξει τὸν θρῆνον, ἐπιτείνει τὸν φόβον, ἀκμάζουσαν τὴν ἀγωνίαν ἐργάζεται, ὑπ' ὄψιν ἄγει τὰ δεινά, εὐρύνει τῆς συμφορᾶς τὴν διήγησιν, πανταχοῦ περιτρέχων, πάντοθεν συνάγων τὰ λυπηρὰ διὰ τὴν τῶν ἀκουόντων ἀναισθησίαν. Ἀγαπητὸν γὰρ ἦν τοσαύταις κατασειομένας αὐτὰς ἀπειλαῖς ἀνενεγκεῖν καὶ λαβεῖν αἴσθησιν τῶν μελλόντων συμβήσεσθαι λυπηρῶν. ∆ιὰ δὴ τοῦτο καὶ τοῦτο ἐπήγαγεν, ὃ σφόδρα ἐλεεινὸν εἶναι δοκεῖ, τὸ χρυσίου θήκην ὁρᾶν κεκενωμένην, ὑπόμνημα τῆς παλαιᾶς εὐπραγίας, διὰ τῆς ὄψεως ἀκμάζουσαν διατηροῦν τὴν ἀλγηδόνα. Καὶ γὰρ τότε μάλιστα δάκνειν ἡμᾶς εἰώθασιν αἱ συμφοραί, ὅταν αὐτὰς ταῖς προτέραις παραβάλλωμεν εὐημερίαις· καὶ ἡ σύγκρισις χαλεπώτερον τὸ ἕλκος ἐργάζεται. Τοῦτο γοῦν ποτε καὶ ὁ Ἰὼβ θρηνῶν ἔλεγε· Τίς ἄν με θείη μῆνας μετὰ μῆνας ἡμερῶν τῶν ἔμπροσθεν; καὶ διηγεῖται τὸν πλοῦτον ἅπαντα καὶ τὰ ὥσπερ ἐκ πηγῶν ἐπιρρέοντα ἀγαθά, τὰς τιμάς, τὰς προσόδους, τὴν περιφάνειαν ἅπασαν, ὥστε τῇ συγκρίσει τούτων πολλῷ χαλεπώτερα δεῖξαι τὰ παρόντα καὶ κατειληφότα αὐτὸν δεινά. Ὃ δὴ καὶ ὁ προφήτης νῦν ἐποίησε, τῶν θηκῶν ἀναμνήσας, καὶ οὐδὲ τούτοις ἀρκεσθείς, ἀλλὰ καὶ εἰσαγαγὼν αὐτὰς πενθούσας. Ἐμφαντικώτερον γὰρ τοῦτο τοῦ λόγου τὸ εἶδος, ὅταν τοιαύτας ἐργάζηται προσωποποιίας. Ἤδη γοῦν καὶ ἀμπέλους εἰσάγει θρηνούσας, καὶ οἶνον, ὥστε μᾶλλον καθικέσθαι τῶν ἀκροωμένων καὶ τῆς παχύτητος αὐτῶν καθάψασθαι. Τί δέ ἐστι, Καταλειφθήσῃ μόνη; Καὶ συμμάχων, φησί, καὶ τῆς τοῦ Θεοῦ προνοίας ἐρημωθεῖσα καὶ τῆς ἄλλης περιφανείας γυμνωθεῖσα πάσης καὶ πανταχόθεν ὑπὸ τῶν πολεμίων κυκλουμένη καὶ ἐν μέσοις ἀπειλημμένη βαρβάροις. Εἶτα τὴν ὑπερβολὴν τῆς ταπεινώσεως παραστῆσαι θέλων, φησί· Καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Οὐδὲ πέσῃ εἶπεν, οὐδέ· Κατενεχθήσῃ, ἀλλ' ἑτέρᾳ λέξει σαφέστερον ἐνδεικνυμένῃ τὴν εὐτέλειαν αὐτῆς ἅπασαν ἀπεχρήσατο.

4.τ ΚΕΦΑΛ. ∆ʹ

4.1 Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνθρώπου ἑνὸς

λέγουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Τὴν ἐκ τοῦ πολέμου συμβᾶσαν ὀλιγανθρωπίαν ἐμφῆναι βούλεται καὶ πῶς εἰς ἐλάχιστον περιέστη ὁ δῆμος