1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

12

τῶν πραγμάτων τῆς πείρας πολλὴ κατασκεδασθήσεται τῶν τὰ εἴδωλα θεραπευόντων ἡ αἰσχύνη. Ἐφ' οἷς αὐτοὶ ἐβούλοντο, περὶ ἃ ἐσπουδάκεισαν, φησί. Καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν, ἐφ' οἷς αὐτοὶ ἐποίησαν. Ἐν τάξει διηγήσεως τὴν κατηγορίαν τίθησιν. Ἤρκει γάρ, φησί, καὶ πρὸ τῆς τῶν τραυμάτων ἐκβάσεως, καὶ αὐτὸς τῆς τοιαύτης εἰδωλοποιίας ὁ τρόπος αὐτοὺς καταισχῦναι. Τί γὰρ αἰσχρότερον τοῦ θεόν τινα ἑαυτῷ ποιεῖν; Καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν, ἐφ' οἷς ἐπεθύ μησαν. Οὐ γὰρ δὴ ξόανα προσεκύνουν μόνον, ἀλλὰ καὶ δένδρα ἐν κήποις ἐθεράπευον. Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα. Ἤτοι τὰ εἴδωλα ἢ αὐτοὶ οἱ τὴν πόλιν οἰκοῦντες. Τὴν δὲ εἰκόνα τοῦ δένδρου τούτου παρήγαγε, διά τε τὸ ἐγχώριον εἶναι μάλιστα τὸ φυτὸν καὶ πολὺ παρ' αὐτοῖς καὶ διὰ τὸ σφόδρα ἀνθεῖν καὶ τεθηλέναι, ἡνίκα ἂν ἀκμάζῃ, καὶ ἐσχάτην ἀμορφίαν ἐνδείκνυσθαι, ἐπειδὰν ἀποβάλλῃ τὰ φύλλα. Καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἡ δευτέρα εἰκὼν τῆς προτέρας σαφεστέρα καὶ πιστουμένη τὸν ἐπὶ τῇ προτέρᾳ λόγον εἰρημένον. Οὔτε γὰρ παραδείσου θάλλοντος τερπνότερον οὔτε ἐρημωθέντος ἀτερπέστερον, ἅπερ ἀμφότερα γέγονεν ἐπὶ τῆς μητροπόλεως ἐκείνης. Πάντοτε γὰρ ἦν ἀμείνων καὶ λαμπροτέρα, μυρίοις καλλωπιζομένη κόσμοις· καὶ πάντων εὐτελεστέρα γέγονε καὶ αἰσχροτέρα, τοσοῦτον ἀθρόον εὐκοσμίας ἀποβαλοῦσα πλοῦτον. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου. Αἱ πρότεραι μὲν εἰκόνες εἰς τὸ ἀτερπὲς παρελήφθησαν, αὕτη δὲ εἰς τὸ ἀσθενές· πᾶσαι δὲ σφόδρα ἐναργεῖς καὶ πολὺ τὸ σαφὲς καὶ ἐμφαντικὸν ἔχουσαι. Ὡς καλάμη στυππείου, τουτέστιν, ἀσθενεῖς. Καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθὴρ πυρός. Ἐνταῦθα δείκνυσιν ὅτι οἴκοθεν τὰ κακὰ καὶ αὐτοὶ τὴν αἰχμαλωσίαν ἔτεκον καὶ τὴν κάμινον ἀνῆψαν. Ὥσπερ γὰρ σπινθῆρες ἐμπίπτοντες πῦρ ἀνεγείρουσιν, οὕτω τὰ ἁμαρτήματα τούτων συναχθέντα τοῦ Θεοῦ τὴν ὀργὴν ἀνῆψεν. Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Πάλιν ἀπαγορεύει τὴν σωτηρίαν διὰ τὴν αὐτὴν πάλιν αἰτίαν οὐχ ἵνα ἀπογνῶσιν, ἀλλ' ἵνα ταύτῃ γοῦν ἀκμάζοντα τὸν φόβον δεξάμενοι, τὴν πολλὴν ἀποτινάξωνται ῥᾳθυμίαν. Καὶ ἕτερον δέ τι ἐνταῦθα αἰνίττεται, τὸ ἄμαχον αὐτοῦ τῆς δυνάμεως, καὶ ὅτι κολάζοντος αὐτοῦ καὶ τιμωρουμένου, οὐδεὶς ἀντιστῆναι καὶ καταλῦσαι δυνήσεται τὰ δεινά.

2.τ ΚΕΦΑΛ. Βʹ

2.1 Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμώς. Ἐντεῦθεν δῆλον ὡς οὐ

πάσας ὑφ' ἓν τὰς προφητείας εἰρήκασιν, ἀλλὰ κατὰ διαφόρους ἐμπνεόμενοι καιροὺς περικοπάς τινας ἀπήγγελλον, αἳ συντεθεῖσαι ὕστερον ὑφ' ἓν ὁλόκληρον βιβλίον ἐποίησαν. ∆ιὸ καὶ οὕτως ἄρχεται. Οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλον ἔσται καὶ σαφὲς ἡμῖν, ἀλλ' ἐξ ὧν προϊὼν καὶ τοὺς καιροὺς ἐπισημαίνεται, νῦν μὲν λέγων· Τοῦ ἐνιαυτοῦ, οὗ εἰσῆλθε Νάθαν εἰς Ἄζωτον· νῦν δὲ λέγων· Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου. Οὐ γὰρ ὥσπερ αἱ Ἐπιστολαὶ αἱ Παύλου καὶ τὰ Εὐαγγέλια ὑφ' ἓν συνετέθησαν, οὕτω δὴ καὶ αἱ προφητεῖαι, ἀλλ' ὅπερ ἔφθην εἰπών, ἐν διαφόροις καιροῖς. Ὅθεν καὶ ἀπ' ἀρχῆς ἑτέρας ἄρχεται τοῦ λόγου. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὸ τὴν ὑπόθεσιν, περὶ ἧς μέλλει διαλέγεσθαι, σφόδρα ἀπηρτῆσθαι τῶν προειρημένων καὶ ὑψηλοτέραν εἶναι. Περὶ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τῆς τοῦ κηρύγματος περιφανείας καὶ τῆς πανταχοῦ τῆς οἰκουμένης ἐκταθείσης γνώσεως καὶ τῆς καταληψομένης τὴν γῆν εἰρήνης ἡμῖν διαλέγεται. Εἰ δὲ μέλλων τοιούτων ἅπτεσθαι δογμάτων, Ἰουδαίας μέμνηται καὶ Ἱερουσαλήμ, ξένον οὐδέν. Προφητεία γὰρ ἦν τὸ λεγόμενον, συνεσκιασμένη τέως τῇ τῶν ὀνομάτων προσηγορίᾳ. Ἐπεὶ καὶ