1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

55

Ἁλώσονται γὰρ τότε παντελῶς· νῦν μέντοι πλέον τῶν οἰκείων οὐδὲν ἕξουσιν. Ἀλλ' ἔσται ἡ κεφαλὴ Ἐφραΐμ, τουτέστι, τῶν δέκα φυλῶν, ἡ Σαμαρεία· ἐκεῖ γὰρ ἦν αὐτοῖς ἡ βασιλεία· καὶ οὐκ ἐκταθήσεται περαιτέρω· καὶ ἡ κεφαλὴ Σαμαρείας ὁ βασιλεὺς τοῦ Ἰσραήλ· ὅπερ ἐπὶ τοῦ ∆αμασκηνοῦ ἔλεγε, τοῦτο καὶ ἐνταῦθα δηλῶν, ὅτι οὐδὲν πλέον ἕξουσιν, ὧν νῦν κατέχουσιν. Εἶτα, ἐπειδὴ πράγματα εἶπεν ὑπερβαίνοντα λόγον ἀνθρώπινον καὶ ἀνώτερα τῆς τῶν λογισμῶν ἀκολουθίας καὶ προφητεία τὸ λεγόμενον ἦν, εἰκότως ἐπήγαγεν· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Μὴ ζήτει, φησί, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται· Θεὸς γάρ ἐστιν ὁ ἐργαζόμενος καὶ πίστεώς σοι δεῖ μόνης καὶ ἐννοήσεις τοῦ ποιοῦντος τὴν δύναμιν· πᾶσαν ἔλαβες τῶν εἰρημένων τὴν ἀπόδειξιν. ∆ιὸ καὶ ὁ προφήτης ∆αυῒδ ἔλεγεν· Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. Καὶ ὁ Παῦλος εἰκότως ἐπιλαβόμενος τῆς ῥήσεως ταύτης, ἐπὶ μείζονα αὐτὴν εἵλκυσε πράγματα λέγων· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ καὶ ἐλάλησα καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Εἰ γὰρ τὰ παλαιὰ πίστεως ἔχρῃζε, τοσοῦτον ἀπέχοντα τῶν ἐν τῇ Καινῇ, ὅσον ἡ γῆ τῶν οὐρανῶν, πολλῷ μᾶλλον ἡ τῶν οὕτως ὑψηλῶν δογμάτων γνῶσις καὶ οὐδὲ εἰς νοῦν ἐλθόντων τινί ποτε. Ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν Ἡσαΐας· Ἀκούσατε δή, οἶκος ∆αυΐδ· μὴ πικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Πολλὴ τοῦ Θεοῦ συγκατάβασις καὶ τοῦ βασιλέως ἡ ἀγνωμοσύνη. Ἔδει μὲν γὰρ αὐτὸν ἀκούσαντα τοῦ προφήτου μηδὲν ἀμφιβάλλειν περὶ τῶν εἰρημένων· εἰ δὲ καὶ ἀμφέβαλλε, κἂν σημεῖον λαβόντα πιστεῦσαι, ὅπερ πολλοὶ τῶν παρὰ Ἰουδαίοις πεποιήκασι. Καὶ γὰρ ὁ Θεός, φιλάνθρωπος ὤν, οὐδὲ τοῦτο παρῃτήσατο παρασχεῖν πολλάκις τοῖς παχυτέροις καὶ χαμαὶ συρομένοις καὶ τῇ γῇ προσηλωμένοις, οἷον ἐποίησεν ἐπὶ τοῦ Γεδεών. Ἐπειδὴ γὰρ πάντων καταδεέστερος ἦν καὶ παχύτατος, ὅρα ποῦ καταβαίνει πάλιν ὁ Θεός. Αὐτὸς αὐτὸν ἐφέλκεται καὶ προτρέπει πρὸς τὸ σημεῖον αἰτῆσαι· καίτοι γε οὐδὲ μικρὸν τοῦτο σημεῖον ἦν, τὸ ἐλέγξαι αὐτοῦ τὰ ἀπόρρητα καὶ εἰς μέσον ἀγαγεῖν αὐτοῦ τὴν γνώμην ἅπασαν καὶ τὴν ὑπόκρισιν διελέγξαι πᾶσαν. Ἐπειδὴ γὰρ ὁ μὲν προφήτης εἶπεν· Αἴτησαι σεαυτῷ σημεῖον, ἐκεῖνος δὲ τὸν σφόδρα πιστὸν ὑποκρινόμενος ἔλεγεν· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον, ὅρα πῶς μετὰ πολλῆς τῆς σφοδρότητος ἐπάγει τὴν τομὴν ὁ προφήτης, εἰκότως μετὰ τὴν ἀπόδειξιν τῆς ὑποκρίσεως βαρυτέραν ποιούμενος τὴν κατηγορίαν. ∆ιὰ δὴ τοῦτο ἐκεῖνον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῖ, πρὸς δὲ τὸν δῆμον ἀποστρέφεται λέγων· Ἀκούσατε, οἶκος ∆αυΐδ· μὴ μικρὸν ὑμῖν, ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Ἀσαφὲς τὸ εἰρημένον· διὸ δὴ δεῖ τὴν ῥῆσιν ἀναπτύξαι μετὰ ἀκριβείας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· μὴ γὰρ ἐμά ἐστι τὰ ῥήματα; μὴ γὰρ ἐμὴ ἡ ἀπόφασις; Εἰ δὲ ἀνθρώποις ἀπιστεῖν ἁπλῶς καὶ ἄνευ λόγου βαρὺ καὶ ἐγκλημάτων ἄξιον, πολλῷ μᾶλλον Θεῷ. Τὸ οὖν ἀγῶνα παρέχειν οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπιστεῖν. Τοῦτο οὖν, φησί, μὴ μικρόν ἐστιν ἔγκλημα; μὴ ἡ τυχοῦσα κατηγορία τοῖς ἀνθρώποις ἀπιστεῖν; Εἰ δὲ τοῦτο βαρύ, πολλῷ μᾶλλον τῷ Θεῷ.

7.5 Καὶ τοῦτο δὲ ἔλεγεν, ἵνα μάθωσι πάντες, ὅτι ἀνεξαπάτητος ἔμεινεν ὁ προφήτης, οὐκ ἀπὸ τῶν ῥημάτων παραλογιζόμενος τῶν εἰρημένων, ἀλλ' ἀπὸ τῶν ἐν τῇ διανοίᾳ τοῦ Ἄχαζ φέρων τὴν ψῆφον. Τοῦτο καὶ ὁ Χριστὸς πολλάκις ἐπὶ τῶν εὐαγγελίων ἐποίησε. Πρὶν ἢ γὰρ τὴν ἀπὸ τῶν σημείων παρασχεῖν ἀπόδειξιν, τὴν κακίαν τῶν Ἰουδαίων εἰς μέσον ἄγων τὴν ἐν διανοίᾳ τυρευομένην, οὐ μικρὸν τοῦτο