1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

27

καταγγέλλει καὶ δῆλα ποιεῖ. Βουλόμενος ὁ προφήτης ἐνταῦθα δείξασθαι τὸ μέγεθος τῶν κακῶν, φησίν, Ἀνήγγειλαν καὶ ἐνεφάνισαν, τουτέστι, μετὰ πολλῆς τῆς ὑπερβολῆς, μετὰ πολλῆς τῆς παρρησίας τὰ κακὰ ἔπραττον, οὐδὲ αἰσχυνόμενοι, οὐδὲ ἐγκαλυπτόμενοι, ἀλλὰ μελέτην τὴν πονηρίαν ποιούμενοι. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Ἐπίτασις πονηρίας, ὅταν μὴ μόνον ἁμαρτάνωσι, μηδὲ μόνον μετὰ παρρησίας ἁμαρτάνωσιν, ἀλλ' ὅταν καὶ τοὺς δυναμένους τὰ τοιαῦτα διορθοῦν ἀπελαύνωσιν. Ὥσπερ γὰρ οἱ φρενίτιδι κατεχόμενοι τὸν ἰατρὸν πολλάκις συνέκοψαν, οὕτω δὴ καὶ οὗτοι τοῦ νοσεῖν ἀνίατα μέγιστον δεῖγμα τοῦτο ἐξέφερον τὸ τοὺς δικαίους ἐκβάλλειν. Τοιοῦτον γὰρ ἡ ἀρετή· καὶ φαινομένη μόνον, ἀρκεῖ λυπῆσαι τὸν ἐν κακίᾳ ζῶντα. Τοιοῦτον ἡ κακία· οὐδὲ ἐλεγχομένη, πολλάκις καὶ τὴν παρουσίαν αὐτὴν βαρύνεται τῶν ἐν ἐπιεικείᾳ ζῆν προαιρουμένων. ∆ιπλῆ δὲ ἐνταῦθα ἡ κατηγορία, καὶ τὸ δεσμεῖν τὸν δίκαιον καὶ τὸ ὡς ἄχρηστον δεσμεῖν. Ὅταν οὖν τις τὰ ὠφελοῦντα μὴ μόνον μὴ προσιῆται, ἀλλὰ καὶ βλαβερὰ αὐτὰ νομίζῃ εἶναι, ποία λείπεται λοιπὸν διορθώσεως πρόφασις; ∆ιὸ καὶ ὁ προφήτης ἰδὼν εἰς ἔσχατον ἐξοκείλαντας, ἀπὸ θρήνων ἄρχεται πάλιν, οὐκ ἀπὸ κατηγορίας καὶ ἐγκλημάτων, λέγων· Οὐαὶ τῇ ψυχῇ αὐτῶν· καὶ τὸ ἑξῆς μετὰ πολλῆς συνέσεως· Ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν. Καίτοι τὰ γενόμενα δοκεῖ κατὰ τοῦ δικαίου τολμᾶσθαι· ἀλλ' εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐ κατὰ τοῦ πάσχοντος, ἀλλὰ κατὰ τῶν ποιούντων ἡ βουλὴ τρέπεται. Ἐνταῦθα μανθάνομεν ὅτι ὁ μὲν καλός, κἂν μυρία πάσχῃ δεινά, οὐδὲν βεβλάψεται παρὰ τῶν ποιούντων· οἱ δὲ ἐπιβουλεύοντες, οὗτοι μᾶλλόν εἰσιν οἱ καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦντες, καθάπερ καὶ οὗτοι. Τὸν μὲν γὰρ δίκαιον οὐδὲν ἔβλαπτον δεσμοῦντες, ἑαυτοὺς δὲ ἐν πλείονι ζόφῳ καὶ ἐρημίᾳ καθίστων, τὸν λύχνον ἐκποδὼν ἀπάγοντες. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Τοιοῦτον γὰρ ἡ κακία· αὐτὴ ἐν ἑαυτῇ τὴν τιμωρίαν ἔχει. Ὃ καὶ ἐνταῦθά φησι, τοῦτ' ἔστιν· ἀπολαύσονται τῶν καρπῶν αὐτῶν, ἐν πλείονι καθιστῶντες ἑαυτοὺς ἐρημίᾳ καὶ πολλοὺς κατασκευάζοντες τοὺς κρημνούς. Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ γὰρ συμβήσεται αὐτῷ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Ὁρᾷς παρ' ἡμῶν τὰ μέτρα τῆς τιμωρίας ἀεὶ καὶ τὰς ἀρχὰς γινομένας; ∆ιὰ δὴ τοῦτο πάλιν ὁ προφήτης θρηνεῖ καὶ ὀδύρεται καὶ διακόπτεται, ὅτι αὐτοὶ ἑαυτοὺς ἐπεβούλευον οἱ Ἰουδαῖοι καὶ πολεμίου παντὸς χαλεπώτερον τὴν ἑαυτῶν ἐλυμήναντο σωτηρίαν· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς. Τοῦτο ἀρίστου διδασκάλου, ποικίλλειν τὸν λόγον καὶ μήτε τραχύνειν μόνον, μήτε προσηνῆ ποιεῖν μόνον, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο μεταχειρίζειν τὸ εἶδος, ὥστε πολλὴν ἐκ τῆς μίξεως γενέσθαι τὴν ὠφέλειαν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ προφήτης οὐκ ἐγκαλεῖ μόνον, ἀλλὰ καὶ θρηνεῖ, ὃ βαρύτερον μὲν ἔστι τῶν ἐγκλημάτων, ἐλάττονα δὲ παρέχει τὴν ὀδύνην· καὶ τὸ θαυμαστὸν τοῦτο, ὅτι ἐν βαθυτέρᾳ τῇ τομῇ προσηνεστέρα ἡ ἀλγηδών. Καὶ οὐ θρηνεῖ μόνον, ἀλλὰ καὶ θεραπεύει, καὶ ἕτερον πάλιν θαυμαστὸν διδασκαλίας ἀνακινεῖ τρόπον. Ποῖον δὴ τοῦτον; Τὸ μὴ πᾶσιν ὑφ' ἓν ἐπιτιμᾷν, ἀλλὰ ἀποσχίσαι τὸν δῆμον τῶν ἀρχόντων καὶ εἰς τὴν ἐκείνων περιτρέψαι κεφαλὴν τὰ ἐγκλήματα. Τοσοῦτον γάρ ἐστι τούτου τοῦ εἴδους τὸ κέρδος, ὡς τὸν Μωϋσέα καὶ μετὰ πλείονος αὐτὸ ποιῆσαι τῆς ὑπερβολῆς. Οὗτος μὲν γάρ, πάντων ὄντων ὑπευθύνων τοῖς ἐγκλήμασιν, ἐπὶ τοὺς ἄρχοντας τρέπει τὸν λόγον· ὁ δὲ Μωϋσῆς εὑρὼν τὸν δῆμον τότε μάλιστα ὄντα τὸν τὴν παρανομίαν ἐργασάμενον ἐκείνην, τὸν δὲ Ἀαρὼν οὐ τοσαύτης ὄντα κατηγορίας ἄξιον, ἀφεὶς τοὺς σφόδρα ὑπευθύνους, ἐπὶ τὸν οὐχ οὕτως ὑπεύθυνον τρέπει τὴν κατηγορίαν, τοῖς ἐγκλήμασι τοῖς κατ' ἐκείνου διδοὺς τῷ συνειδότι τούτων μείζονα ἑαυτῶν καταψηφίσασθαι τιμωρίαν· ὃ δὴ καὶ ἐγένετο. Οὐ γὰρ ἐδεήθη λοιπὸν λόγων πρὸς τὸν δῆμον ἑτέρων, ἀλλ' ἤρκεσε τὰ ψιλὰ ἐκεῖνα ῥήματα τὰ πρὸς τὸν Ἀαρὼν εἰρημένα χιλιάδας τοσαύτας, ὡς ἕνα ἄνθρωπον,