1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

43

καταδικάζειν. Ἑκατέρου ἁμαρτήματος ἡ ῥίζα δωροδοκία. ∆ιὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης. Τὸ ταχὺ τῆς τιμωρίας, τὸ εὔκολον τῆς κολάσεως παρίστησι, διὰ τῆς εἰκόνος τὴν πανωλεθρίαν αὐτῶν δηλῶν.

5.8 Ἅπαντα γὰρ ταῦτα ἡ φλὸξ καὶ οἱ ἄνθρακες καὶ ἡ καλάμη καὶ τὰ ἑξῆς ἡμῖν παρεδήλωσεν. Ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Τὰ πεπηγότα καὶ τὰ βέβαια ἀπολεῖται καὶ διαχυθήσεται τὰ λαμπρὰ καὶ τὰ φαιδρὰ οἰχήσε ται καὶ διαρρυήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου παρώξυναν. Λόγιον τὸν νόμον λέγει. Καὶ ἐθυμώθη Κύριος Σαβαὼθ ὀργῇ ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. Καὶ παρωξύνθη ἐπὶ τὰ ὄρη καὶ ἐγένετο τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Πόλεμον ἐνταῦθα αἰνίττεται χαλεπόν, ὃς οὐδὲ ταφῇ τὰ σώματα συγχωρήσει παραδοθῆναι, οὐχ ἵνα ἐκεῖνοι κόλασιν δῶσιν, ἀλλ' ἵνα οἱ ζῶντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τῆς οἰκείας ἀποτέμνωνταί τι κακίας. Καὶ ὅρα πῶς χαλεπώτερον τὸν λόγον ἐποίησεν. Οὐ γὰρ εἶπεν ὅτι οὐκ ἐτάφησαν, ἀλλ' ὅτι κόπρου πάσης ἀτιμότερον ἐρριμμένοι ἦσαν οἱ τετελευτηκότες, ὃ τοῖς ζῶσι φρικωδέστερον ἁπάντων εἶναι δοκεῖ καὶ τῆς τελευτῆς αὐτῆς χαλεπώτερον. Καὶ τὸ δὴ χεῖρον, ὅτι οὐδὲ τούτων γινομένων, φησίν, ἐπιεικέστεροι γεγόνασιν, ἀλλὰ τοῖς αὐτοῖς ἐπιμένουσιν. Ἐπεὶ οὖν οὐδὲν βελτίους ἐγένοντο, ἀπειλεῖ πάλιν αὐτοῖς τὴν χαλεπωτάτην ἐκείνην πληγὴν τὴν τῶν βαρβάρων. ∆ιὸ καὶ ἐπάγει λέγων· Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακράν. Ἵνα μὴ τῆς ὁδοῦ τὸ μῆκος εἰς ῥᾳθυμίαν αὐτοὺς ἐμβάλλῃ, φησὶν ὅτι οὕτω τῷ Θεῷ ῥᾴδιον ἀγαγεῖν αὐτούς, ὡς τῷ τὸ σύσσημον αἴροντι καὶ τοὺς παρεσκευασμένους καὶ ἑτοίμους ἐξάγοντι πρὸς παράταξιν, ὅπερ καὶ ἐπὶ τῶν ἵππων γίνεται τῶν ἁμιλλατηρίων. Ὁμοῦ τε γὰρ τὸ σύμβολον τῆς ἀφέσεως αἴρεται κἀκεῖνοι τῶν βαλβίδων ἐκπηδῶσιν εὐθέως. ∆ύο τοίνυν ἐνταῦθα ὁ προφήτης αἰνίττεται, ὅτι καὶ εὔκολον αὐτοὺς ἐλθεῖν, τοῦ Θεοῦ καλοῦντος, καὶ πάλαι ἂν ἦλθον, εἰ μὴ ἡ πολλὴ κατεῖχεν αὐτοὺς μακροθυμία. Εἶτα τῇ ἐπεξηγήσει πλείονα τὴν εὐκολίαν ἐνδείκνυται λέγων. Καὶ συριεῖ αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς. Μὴ θαυμάσῃς δέ, εἰ περὶ Θεοῦ διαλεγόμενος, οὕτω παχυτάταις κέχρηται λέξεσι· πρὸς γὰρ τὴν ἄνοιαν τῶν ἀκουόντων σχηματίζει τὰ ῥήματα, ἓν βουλόμενος δεῖξαι διὰ πάντων, ὅτι καὶ τῷ Θεῷ ῥᾴδιον τοῦτο καὶ ὅτι πάντως ἀπαντήσονται· διὸ καὶ ἐπήγαγε λέγων· Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται. Οὐ πεινάσουσιν, οὐδὲ κοπιάσουσιν, οὐδὲ νυστάξουσιν, οὐδὲ κοιμηθήσονται. Ταῦτα ὑπερβολικῶς εἴρηται. Πῶς γὰρ ἐνῆν μήτε πεινῇν, μήτε καθεύδειν, ἀνθρώπους ὄντας καὶ τὴν κοινὴν λαχόντας λῆξιν; Ἀλλὰ τὸ τάχος τῆς στρατιᾶς, τὴν εὐκολίαν, τὴν ταχύτητα, ὅπερ ἔφθην εἰπών, διὰ πάντων ἐνδείκνυται. Οὐδὲ λύσουσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδὲ μὴ ῥαγῶσι οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν. Ὧν τὰ βέλη ὀξέα ἐστὶ καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. Οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν, οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίδες. Ὀργιῶσιν ὡς λέοντες καὶ παρεστήκασιν ὡς σκύμνοι λεόντων. Καὶ ἐπιλήψεται καὶ βοήσει ὡς θηρίον καὶ ἐκβαλεῖ· καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς. Καὶ βοήσεται δι' αὐτοὺς τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ θαλάσσης κυμαινούσης. Καὶ ἐμβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω· καὶ ἰδοὺ σκότος σκληρόν, σκότος ἐν τῇ ἀπορίᾳ αὐτῶν. ∆ιὰ πάντων τὸν λόγον ἐξώγκωσε καὶ τὸν φόβον ἐπῇρε, κατὰ μικρὸν ἕκαστα διηγούμενος, τὰ περὶ τῆς γνώμης, τὰ περὶ τῆς ἰσχύος, τὰ περὶ τῶν ὅπλων, τὰ περὶ τῶν ἵππων, τὰ περὶ τῶν ἁρμάτων, ὥστε τῷ πλήθει τῶν λεγομένων πολλὴν ποιῆσαι τὴν ἀγωνίαν, καὶ τῇ σαφηνείᾳ τῶν εἰκόνων ἐγγὺς τὰ πράγματα αὐτοῖς ἀγαγεῖν. ∆ιὸ καὶ λέουσιν αὐτοὺς παραβάλλει καὶ οὐδὲ ἐνταῦθα ἔστη τοῦ παραδείγματος, ἀλλὰ καὶ φωνὴν ἀναπλάττει καὶ ὁρμὴν τοῦ θηρίου καὶ