1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

81

μόνος γάρ ἐστι δυνάστης. Οὐκοῦν δείξει ὁ μακάριος, ἡ αὐτομακαριότης. Τοῦτο δὲ λέγει δηλῶν ὅτι οὐδὲν ἐκεῖ λυπηρὸν, οὐδὲν ἀηδές. Τὸ δὲ, Μόνος, ἢ πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων, ἣ διὰ τὸ ἀγέννητον εἴρηκεν· ὃ καὶ ἡμεῖς λέγομεν πολλάκις περὶ ἀνθρώπων, οὓς ἐξαιρεῖν βουλόμεθα. Ὁ μόνος ἔχων ἀθανασίαν, φησί. Τί οὖν; ὁ Υἱὸς οὐκ ἔχει; οὐκ αὐτοαθανασία ἐστί; καὶ πῶς, τῆς αὐτῆς ὢν οὐσίας τῷ Πατρί; Φῶς οἰκῶν ἀπρόσιτον, φησίν. Ἄλλο τὸ φῶς αὐτὸς, καὶ ἄλλο ὃ οἰκεῖ; οὐκοῦν καὶ τόπῳ ἐμπεριείληπται; Ἄπαγε. Οὐχ ἵνα τοῦτο νοήσωμεν, ἀλλ' ἵνα τὸ ἀκατάληπτον τῆς θείας φύσεως παραστήσῃ, φῶς οἰκεῖν αὐτὸν εἶπεν ἀπρόσιτον, οὕτω θεολογήσας ὡς ἦν αὐτῷ δυνατόν. Ὁρᾷς καὶ ὅταν μέγα τι φθέγξασθαι βουληθείη ἡ γλῶττα, πῶς ἐξασθενεῖ; Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, φησὶν, οὐδὲ ἰδεῖν δύναται· ὥσπερ οὖν τὸν Υἱὸν οὔτε εἶδέ τις, οὔτε ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν. Καλῶς ἐθεολόγησεν ἐνταῦθα, καὶ ἀναγκαίως. Ἐπειδὴ γὰρ μάρτυρα αὐτὸν ἤγαγε, πολλὰ περὶ τοῦ μάρτυρος διαλέγεται, ὥστε μᾶλλον τὸν μαθητὴν ἐντρέψαι. Τουτέστι, δόξα αὐτῷ· τοῦτο μόνον δυνάμεθα λέγειν, τοῦτο μόνον ποιεῖν, οὐ περιεργάζεσθαι τίς ἐστιν. Εἰ τοίνυν τὸ κράτος αὐτοῦ αἰώνιον, μὴ δεήσῃς· κἂν νῦν μὴ γένηται, ἀεὶ τιμὴ αὐτῷ, ἀεὶ κράτος αὐτῷ. Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν. Καλῶς εἶπεν, 62.598 Ἐν τῷ νῦν αἰῶνι· εἰσὶ γὰρ καὶ ἄλλοι πλούσιοι ἐν τῷ μέλλοντι. Ταῦτα δὲ παραινεῖ, εἰδὼς ὅτι οὐδὲν οὕτω τίκτει τῦφον καὶ ἀπόνοιαν καὶ ἀλαζονείαν, ὡς χρήματα. Εἶτα εὐθέως αὑτοὺς κατέσπακεν, εἰπών· Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Ἀπὸ γὰρ τούτου ἡ ἀπόνοια· ὡς ὅγε εἰς Θεὸν ἐλπίζων, οὐκ ἐπαίρεται. Τί ἐλπίζεις ἐπὶ τὸ ἀθρόον μεθιστάμενον; τοῦτο γὰρ ὁ πλοῦτος· καὶ πῶς εἰς ἐκεῖνον ἐλπίζεις ὑπὲρ οὗ θαῤῥῆσαι οὐκ ἔστι; Πῶς δὲ δυνήσονται μὴ ὑψηλοφρονεῖν, φησίν; Ἂν ἴδωσιν ὅτι οὗτος ἄστατος, ἀβέβαιος· ἂν ἴδωσιν ὅτι μείζων τοῦ πλούτου ἡ ἐλπὶς ἡ παρὰ τοῦ Θεοῦ· ἂν ἴδωσιν ὅτι καὶ τούτου αὐτοῦ αἴτιος ὁ Θεός. Ἀλλ' ἐπὶ τῷ Θεῷ, φησὶ, τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν. Καλῶς εἶπε, Πάντα πλουσίως, τὰς ἐτησίους τροπὰς αἰνιττόμενος, τὸν ἀέρα, τὸ φῶς, τὸ ὕδωρ, τὰ ἄλλα πάντα. Ὁρᾷς πῶς πλουσίως παρέχει καὶ μετὰ πολλῆς τῆς ἀφθονίας; Εἰ πλοῦτον ζητεῖς, ἐκεῖνον ζήτει τὸν μένοντα, τὸν βέβαιον, τὸν ἀπὸ τῶν ἔργων γινόμενον τῶν ἀγαθῶν. Τοῦτο καὶ αὐτὸς δηλῶν, Ἀγαθοεργεῖν, φησὶ, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς· τὸ μὲν τῶν χρημάτων, τὸ δὲ τῆς ἀγάπης. Κοινωνικοὺς ὁμιλητικούς φησι, προσηνεῖς. Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον. Ἐκεῖ οὐδὲν ἄδηλον· ἔνθα δὲ βέβαιος ὁ θεμέλιος, οὐδὲν ἄστατον, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, μόνιμα. Ἵνα ἐπιλάβωνται, φησὶ, τῆς αἰωνίου ζωῆς. Ἡ γὰρ τῶν ἀγαθῶν ἔργων πρᾶξις τὴν ἐκείνης ἡμῖν ἀπόλαυσιν προξενῆσαι δύναται. Ὢ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον. Μὴ μειώσῃς· οὐκ ἔστι σὰ, τὰ ἀλλότρια ἐνεπιστεύθης· μηδὲν ἐλαττώσῃς. Ἐκτρεπόμενος, φησὶ, τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως. βʹ. Καλῶς οὕτως εἶπεν. Ὅταν γὰρ πίστις μὴ ᾖ, γνῶσις οὐκ ἔστιν· ὅταν ἐκ τῶν οἰκείων λογισμῶν τίκτηταί τι, γνῶσις οὐκ ἔστιν. Ἢ τάχα τοῦτό φησι, διότι τινὲς ἑαυτοὺς ἐκάλουν τότε Γνωστικοὺς, ὡς πλέον τι τῶν ἄλλων εἰδότες. Ἥν τινες ἐπαγελλόμενοι, φησὶ, περὶ τὴν πίστιν ἠστόχησαν. Ὁρᾷς πῶς πάλιν κελεύει μηδὲ ὁμόσε χωρεῖν πρὸς τοὺς τοιούτους; Ἐκτρεπόμενος, φησὶ, τὰς ἀντιθέσεις. Ἄρα εἰσὶν ἀντιθέσεις, πρὸς ἃς οὐδὲ ἀποκρίνεσθαι χρή. ∆ιὰ τί; Ὅτι τῆς πίστεως ἐκβάλλουσιν, ὅτι οὐκ ἀφιᾶσιν ἑστάναι βεβαίως οὐδὲ πεπηγέναι. Μὴ δὴ ταύτης ἐχώμεθα, ἀλλὰ τῆς πίστεως, τῆς πέτρας τῆς ἀῤῥαγοῦς. Οὔτε γὰρ ποταμοὶ, οὔτε ἄνεμοι προσπεσόντες δυνήσονταί τι λυμήνασθαι ἡμῖν· ἑστήκαμεν γὰρ ἐπὶ τῆς πέτρας ἀπαρασάλευτοι. Οὕτω καὶ ἐπὶ τοῦ βίου τούτου, ἂν