1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

40

εἶναι καὶ κόσμιον καὶ σώφρονα πολλῶν ἦν. Τέκνα ἔχοντα, φησὶν, ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. ∆εῖ γὰρ οἴκοθεν παρέχεσθαι τὰ παραδείγματα. Τίς γὰρ ἂν πιστεύσειεν, ὅτι τὸν ἀλλότριον ὑποτάξει ὁ τὸν υἱὸν μὴ ὑποτάξας; Τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον. Τοῦτο καὶ οἱ ἔξωθέν φασιν, ὅτι ὁ οἰκονομικὸς καὶ πολιτικὸς ἂν γένοιτο ταχέως. Καὶ γὰρ τοῦτό ἐστιν ἡ Ἐκκλησία, ὡσανεὶ μικρὰ οἰκία· καὶ ὥσπερ ἐν τῇ οἰκίᾳ εἰσὶ παιδία, γυνὴ, οἰκέται, καὶ πάντων ὁ ἀνὴρ ἀνῄρηται τὴν ἀρχήν· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οὐδὲν ἄλλο, ἢ τοῦτό ἐστι, παιδία, γυναῖκες, οἰκέται. Εἰ δὲ κοινωνοὺς ἔχει τῆς ἀρχῆς ὁ τῆς Ἐκκλησίας προεστὼς, ἀλλ' ἔχει κἀκεῖ ὁ ἀνὴρ κοινωνὸν τὴν γυναῖκα. Ἀλλὰ τὰ πρὸς διατροφὴν ἐνταῦθα τῶν χηρῶν καὶ τῶν παρθένων φροντίζειν δεῖ; Ἔχει κἀκεῖ ὁ ἀνὴρ τοὺς δούλους, τὰς θυγατέρας· ἄλλως δὲ καὶ εὐκολώτερον τῆς οἰκίας ἄρχειν. Ὁ τοίνυν ταῦτα καλῶς οὐκ οἰκονομήσας, πῶς τὰ τῆς Ἐκκλησίας οἰκονομῆσαι δυνήσεται; Εἶτα εἰπὼν, Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; Μὴ νεόφυτον, φησίν. Οὐ τὸν νεώτερον ἐνταῦθα λέγει, ἀλλὰ τὸν νεοκατήχητον· Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, 62.550 ἀλλ' ὁ Θεὸς ηὔξανε. Τοῦτον οὖν δηλῶσαι βουλόμενος, τοῦτο εἶπεν. Ἐπεὶ τί ἐκώλυεν εἰπεῖν, μὴ νεώτερον; Τίνος οὖν ἕνεκεν αὐτὸς, φησὶ, τὸν Τιμόθεον νεώτερον ὄντα ἐποίει; καὶ μαρτυρεῖ τοῦτο, πρὸς αὐτὸν λέγων, Μηδείς σου τῆς νεότητος καταφρονείτω. [Ὅτι πολλὴν τὴν ἀρετὴν αὐτῷ συνῄδει· ὅτι μεγάλην τὴν περὶ τὸν βίον ἀκρίβειαν· ὃ δὴ καὶ εἰδὼς, Ἐκ βρέφους, φησὶ γράφων, τὰ ἱερὰ Γράμματα ἔμαθες. Ὅτι δὲ καὶ ἐπιτεταμένην εἶχε νηστείαν, δηλοῖ τὸ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πυκνάς σου ἀσθενείας· μετὰ τῶν ἄλλων καὶ περὶ τούτου γράψας αὐτῷ, ὡς, εἰ μὴ ταῦτα ὑπ' αὐτοῦ κατωρθωμένα ᾔδει, οὔτε ἂν ἔγραψεν, οὔτε τῷ μαθητῇ τοιαῦτα παρήγγειλεν.] Ἐπειδὴ οὖν ἐξ Ἑλλήνων πολλοὶ προσῄεσαν τότε καὶ ἐβαπτίζοντο, Μὴ εὐθέως, φησὶ, νεόφυτον εἰς τὸν τῆς ἀρχῆς ὄγκον ἄγετε, τουτέστι, νεοκατήχητον. Εἰ γὰρ, πρὶν ἢ γενέσθαι μαθητὴς, διδάσκαλος γένοιτο ταχέως, καὶ εἰς ἀπόνοιαν ἔρχεται· εἰ, πρὶν ἢ μαθεῖν ἄρχεσθαι, τῶν ἀρχόντων γένοιτο, φυσᾶται. ∆ιὰ τοῦτο ἐπήγαγεν· Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· τουτέστιν, εἰς τὴν καταδίκην τὴν αὐτὴν, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέμεινε. ∆εῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Καλῶς· μέλλει γὰρ ὀνειδίζεσθαι παρ' αὐτῶν. Τάχα καὶ διὰ τοῦτο εἶπε, Μιᾶς γυναικὸς ἄνδρα, καίτοι λέγων ἀλλαχοῦ, Θέλω πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτὸν, τουτέστιν, ἐν ἐγκρατείᾳ. Ἵνα οὖν μὴ εἰς στενὸν περικλείσῃ τὸ πρᾶγμα, ἐὰν ἠκριβωμένην πολιτείαν ἀπαιτήσῃ, διὰ τοῦτο συμμεμετρημένην ἐζήτησεν ἀρετήν. Ἔδει γὰρ καθίστασθαι καθ' ἑκάστην πόλιν τὸν προηγούμενον· ἄκουε γὰρ αὐτοῦ γράφοντος τῷ Τίτῳ, Ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην. Τί δὲ, ἂν μαρτυρίαν ἔχῃ καλὴν καὶ δόξαν ἀγαθὴν, μὴ ᾖ δὲ τοιοῦτος; Μάλιστα μὲν οὖν δύσκολον τοῦτο· ἀγαπητὸν γὰρ τοὺς ὀρθοὺς ὀρθὴν ἔχειν δόξαν παρὰ τοῖς ἐχθροῖς· νῦν δὲ οὐδὲ τοῦτο μόνον εἴασεν· οὐδὲ γὰρ εἶπε, ∆εῖ αὐτὸν μαρτυρίαν ἔχειν, ἀλλὰ, ∆εῖ αὐτὸν καὶ μαρτυρίαν ἔχειν, ὡς μετὰ τῶν ἄλλων καὶ ταύτην· οὐ γὰρ δὴ ταύτην μόνον. Τί οὖν, ἂν κακῶς λέγοιεν αὐτὸν εἰκῆ, καὶ βασκαίνοντες, καὶ μάλιστα ἐπειδὴ Ἕλληνές εἰσιν; Οὐκ ἔστι τοῦτο· τὸν γὰρ ἄληπτον ἔχοντα βίον κἀκεῖνοι αἰδοῦνται. Πῶς, φησίν; Ἄκουε αὐτοῦ περὶ ἑαυτοῦ λέγοντος, ∆ιὰ δυσφημίας καὶ εὐφημίας. Οὐ γὰρ τοῦ βίου αὐτῶν ἐπελαμβάνοντο, ἀλλὰ τοῦ κηρύγματος· διὰ τοῦτό φησι, ∆ιὰ δυσφημίας. Ὡς πλάνοι καὶ γόητες διεβάλλοντο διὰ τὸ κήρυγμα. Καὶ τοῦτο ἐποίουν, ἐπεὶ μὴ εἶχον τοῦ βίου αὐτῶν ἐπιλαμβάνεσθαι. ∆ιὰ τί γὰρ μηδεὶς εἶπε περὶ τῶν ἀποστόλων, ὅτι πόρνοι καὶ ἀσελγεῖς καὶ πλεονέκται, ἀλλὰ πλάνοι, ὃ τοῦ κηρύγματος ἦν μόνον; ἆρα οὐχ ὅτι βίον ἄληπτον