1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

69

αὐτὴν τοὺς ἁμαρτάνοντας, μὴ προεῖπε ταύτης τὴν ἀπειλὴν, πολλοὶ ἐνέπεσον ἂν εἰς αὐτήν. Εἰ γὰρ νῦν τοῦ φόβου κατασείοντος ἡμῶν τὰς ψυχὰς, εἰσί τινες οἱ οὕτω ῥᾳδίως ἁμαρτάνοντες, ὡς οὐδὲ οὔσης αὐτῆς· εἰ μηδὲν τούτων εἴρητο μήτε ἠπείλητο, τί οὐκ ἂν εἰργασάμεθα δεινόν; Ὥστε, ἅπερ ἀεί φημι, τῆς βασιλείας οὐχ ἧττον ἡ γέεννα τοῦ Θεοῦ τὴν κηδεμονίαν δείκνυσιν. Ἡ γέεννα γὰρ τῇ βασιλείᾳ συμπράττει, τοὺς ἀνθρώπους τῷ φόβῳ ὠθοῦσα πρὸς αὐτήν. Μὴ οὖν ἀπηνείας μηδὲ ὠμότητος εἶναι τὸ πρᾶγμα νομίσωμεν, ἀλλὰ ἐλέου καὶ φιλανθρωπίας πολλῆς καὶ κηδεμονίας καὶ φίλτρου τοῦ περὶ ἡμᾶς. Εἰ μὴ ἠπειλήθη καταστροφὴ ἐπὶ Ἰωνᾶ, οὐκ ἂν ἐκωλύθη ἡ καταστροφή· εἰ μὴ εἶπεν, ὅτι Καταστραφήσεται Νινευῒ, οὐκ ἂν ἔστη Νινευΐ· εἰ μὴ ἠπειλήθη γέεννα, ἅπαντες ἂν εἰς γέενναν ἐνεπέσομεν· εἰ μὴ ἠπειλήθη πῦρ, οὐδεὶς ἂν διέφυγε τὸ πῦρ. Ἐναντία ὧν βούλεται πράττειν λέγει, ἵνα πράττῃ ἃ βούλεται. Οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, καὶ λέγει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἵνα μὴ ἐμβάλῃ εἰς θάνατον· οὐκ εἶπε ῥήματι μόνον, ἀλλὰ καὶ τὸ ἔργον δείκνυσιν, ἵνα φεύγωμεν. Ἵνα δὲ μή τις νομίσῃ ἀπειλὴν εἶναι τὸ πρᾶγμα μόνον, ἀλλὰ καὶ ὄντως εἶναι, ἀπὸ τῶν ἐνταῦθα γεγονότων δῆλον τοῦτο ἐποίησεν. Ἢ οὐ δοκεῖ σοι τῆς γεέννης εἶναι σύμβολον ὁ κατακλυσμὸς, ὁ τῆς παντελοῦς πανωλεθρίας τοῦ ὑετοῦ τοῦ πυρός; Ὥσπερ γὰρ, φησὶν, ἐν ταῖς ἡμέραις Νῶε ἦσαν γαμοῦντες καὶ ἐκγαμίζοντες, οὕτω καὶ νῦν. Προεῖπε πρὸ πλείονος χρόνου τότε, καὶ νῦν προλέγει πρὸ ἐτῶν τετρακοσίων, ἢ καὶ πλειόνων, ἀλλ' οὐδεὶς ὁ προσέχων· πάντες μύθους τὸ πρᾶγμα εἶναι νομίζουσι, πάντες γέλωτα, οὐδένα φόβος ἔχει, οὐδεὶς δακρύει, οὐδεὶς πατάσσει τὸ στῆθος. Ὁ ποταμὸς τοῦ πυρὸς ἀναβράσσεται, ἡ φλὸξ ἐκκαίεται, καὶ ἡμεῖς γελῶμεν καὶ τρυφῶμεν καὶ ἁμαρτάνομεν ἀδεῶς. Οὐδεὶς εἰς νοῦν τὴν ἡμέραν ἐκείνην λαμβάνει ποτὲ, οὐδεὶς ἐννοεῖ, ὅ τι παρέρχεται τὰ παρόντα, ὅτι πρόσκαιρα ταῦτα, καίτοι τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων, καὶ φωνὴν ἀφιέντων. Οἱ ἄωροι θάνατοι, αἱ τῶν πραγμάτων μεταβολαὶ, καὶ ζώντων ἡμῶν γινόμεναι, οὐ παιδεύουσιν ἡμᾶς, αἱ 62.584 ἀῤῥωστίαι καὶ τὰ λοιπὰ νοσήματα. Οὐκ ἐν τοῖς ἡμετέροις δὲ σώμασι τὰς μεταβολὰς μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς στοιχείοις ἴδοι τις ἄν· καὶ ἐν ταῖς ἡλικίαις δὲ καθ' ἑκάστην ἡμέραν τὸν θάνατον μελετῶμεν, καὶ ἐν πᾶσι τὸ ἄστατον πανταχοῦ διὰ τῶν πραγμάτων χαρακτηρίζεται. Οὐδέποτε χειμὼν ἔμεινεν, οὐδέποτε θέρος, οὐδὲ ἔαρ, οὐδὲ μετόπωρον, ἀλλὰ πάντα τρέχει καὶ ἀφίπταται καὶ ῥεῖ. Ἀλλὰ τί βούλει εἴπω τὰ ἄνθη, τὰ ἀξιώματα, τοὺς βασιλεῖς τοὺς νῦν ὄντας, καὶ αὔριον οὐκ ὄντας; ἀλλὰ τοὺς πλουτοῦντας; ἀλλὰ τὰ οἰκοδομήματα τὰ λαμπρά; ἀλλὰ νύκτα καὶ ἡμέραν; ἀλλὰ τὸν ἥλιον; ἀλλὰ τὴν σελήνην; οὐ φθίνει καὶ αὐτή; καὶ αὐτὸς δὲ ὁ ἥλιος οὐκ ἐκλείπει πολλάκις, οὐ σκοτίζεται, οὐ νέφος αὐτὸν κρύπτει; Μή τι τῶν ὁρωμένων παραμένει διαπαντός; Οὐδὲν, ἀλλ' ἡ ψυχὴ μόνη τῶν ἐν ἡμῖν, καὶ ταύτης ἀμελοῦμεν. Τῶν μὲν ἀλλοιουμένων, ὡς μενόντων πολλὴν ποιούμεθα πρόνοιαν· τῆς δὲ μενούσης, ἀεὶ ὡς παρερχομένης οὐδένα ἔχοντες λόγον. Ὁ δεῖνα μεγάλα δύναται; Ἀλλ' ἕως αὔριον, μετὰ δὲ ταῦτα ἀπολεῖται· καὶ δῆλον ἐκ τῶν μείζονα δυνηθέντων, καὶ νῦν οὐδαμοῦ φαινομένων. Σκηνή τίς ἐστιν ὁ βίος, καὶ ὄναρ. Καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς τοῦ σκήνους ἀρθέντος αἱ ποικιλίαι διαλύονται, καὶ τὰ ὀνείρατα τῆς ἀκτῖνος φανείσης πάντα ἀφίπταται· οὕτω καὶ νῦν τῆς συντελείας γενομένης, καὶ τῆς κοινῆς καὶ τῆς ἑνὸς ἑκάστου, πάντα λύεται καὶ ἀφανίζεται. Καὶ ξύλον μὲν, ὃ ἐφύτευσας, μένει, καὶ ἡ οἰκία, ἣν οἰκοδομεῖς, καὶ αὐτὴ μένει· ὁ δὲ τεχνίτης καὶ ὁ γεωργὸς ἀπάγονται καὶ διαφθείρονται. Καὶ τούτων γινομένων, οὐδὲ οὕτως ἐντρεπόμεθα, ἀλλ' ὡς ἀθάνατοι ταῦτα πάντα κατασκευάζομεν, τρυφῶντες καὶ σπαταλῶντες. δʹ. Ἄκουσον τί φησιν ὁ Σολομῶν, ὁ ἔργῳ πεῖραν λαβὼν τῶν παρόντων