1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

39

ποιεῖ, πράγματος ἐπιθυμῶν, οὗ διὰ τῶν ἔργων ἑαυτὸν ἐξέβαλεν· οὐ γὰρ ἄρχειν, ἀλλὰ ἄρχεσθαι δεῖ τὸν τοιοῦτον. Τὸν γὰρ ἄρχοντα παντὸς λαμπτῆρος λαμπρότερον εἶναι δεῖ, καὶ βίον ἔχειν ἀκηλίδωτον, 62.548 ὥστε πάντας πρὸς ἐκεῖνον ὁρᾷν, καὶ πρὸς τὸν αὐτοῦ βίον τὸν οἰκεῖον χαρακτηρίζειν. Ποιεῖ δὲ τοῦτο, οὐχ ἁπλῶς τοσαύτῃ κεχρημένος τῇ παραινέσει· ἀλλ' ἐπειδὴ καὶ αὐτὸς ἔμελλεν ἐπισκόπους καθιστᾷν, ὅπερ καὶ Τίτῳ γράφων παρῄνει, καὶ ἐπειδὴ εἰκὸς ἦν πολλοὺς τοῦ πράγματος ἐπιθυμεῖν, διὰ τοῦτο ταῦτα παρεγγυᾷ. Νηφάλιον, φησὶ, τουτέστιν, διορατικὸν, μυρίους ἔχοντα πάντοθεν ὀφθαλμοὺς, ὀξὺ βλέποντα, καὶ μὴ ἀμβλύνοντα τὸ τῆς διανοίας ὄμμα. Πολλὰ γάρ ἐστι τὰ συμπίπτοντα, καὶ οὐκ ἐῶντα ὁρᾷν καθαρῶς καὶ ὡς ἔχει τὰ πράγματα· καὶ γὰρ καὶ ἀθυμίαι καὶ φροντίδες καὶ πραγμάτων ὄχλος καὶ πολλὰ πάντοθεν ἐπιῤῥεῖ. Ἄγρυπνον τοίνυν αὐτὸν εἶναι χρὴ, οὐ τὰ ἑαυτοῦ μεριμνῶντα μόνον, ἀλλὰ καὶ τὰ τῶν λοιπῶν· διεγηγέρθαι χρὴ καὶ ζεῖν τῷ πνεύματι, καὶ πῦρ πνέειν, ὡς εἰπεῖν, καὶ μᾶλλον στρατηγοῦ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ τὸ στράτευμα περιιόντος κάμνειν καὶ διακονεῖσθαι, καὶ τὴν ὑπὲρ ἁπάντων ἔχειν φροντίδα καὶ μέριμναν. Σώφρονα, κόσμιον, φιλόξενον. Ταῦτα ἐπειδὴ καὶ τῶν ἀρχομένων ἔχουσιν οἱ πολλοὶ (δεῖ γὰρ καὶ αὐτοὺς εἰς τὰ τοιαῦτα τοῖς ἄρχουσιν ἴσους εἶναι), δεικνὺς τὸ τῶν ἐπισκόπων ἐξαίρετον, ἐπήγαγε, ∆ιδακτικόν· τοῦτο γὰρ οὐκέτι ὁ ἀρχόμενος ἀπαιτεῖται· μάλιστα δὲ τοῦτο πάντων προσεῖναι δεῖ τῷ ταύτην τὴν ἀρχὴν ἐγκεχειρισμένῳ. Μὴ πάροινον. Οὐ τὸν μέθυσον ἐνταῦθά φησιν, ἀλλὰ τὸν ὑβριστὴν, τὸν αὐθάδη· Μὴ πλήκτην. Οὐ τὸν μὴ πλήττοντά φησι ταῖς χερσί. Τί οὖν ἐστι, Μὴ πλήκτην; Ἐπειδὴ εἰσὶν ἀκαίρως τινὲς πλήττοντες τῶν ἀδελφῶν τὴν συνείδησιν, τούτους νῦν αἰνίττεσθαί μοι δοκεῖ. Μὴ αἰσχροκερδῆ, ἀλλ' ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμε 62.549 νον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. Εἰ τοίνυν ὁ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, τὸν δὲ ἐπίσκοπον οὐ δεῖ τὰ τοῦ κόσμου μεριμνᾷν, πῶς φησι, Μιᾶς γυναικὸς ἄνδρα; Τινὲς μὲν οὖν φασιν, ὅτι τὸν ἀπὸ γυναικὸς ᾐνίξατο μένοντα ἐλεύθερον· εἰ δὲ μὴ τοῦτο εἴη, ἔνεστι γυναῖκα ἔχοντα, ὡς μὴ ἔχοντα, εἶναι. Τότε μὲν γὰρ καλῶς τοῦτο συνεχώρησεν, ὡς πρὸς τὴν τοῦ πράγματος φύσιν τὴν τότε οὖσαν. Ἔνεστι δὲ αὐτὸ μεταχειρίσασθαι καλῶς, εἴ τις βούλοιτο. Ὥσπερ γὰρ ὁ πλοῦτος δυσχερῶς εἰσάγει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, πολλαχοῦ δὲ οἱ πλουτοῦντες εἰσῆλθον· οὕτω καὶ ὁ γάμος. Τί δὲ λέγεις, εἰπέ μοι; περὶ ἐπισκόπου διαλεγόμενος ἔλεγεν, ὅτι δεῖ αὐτὸν μὴ μέθυσον εἶναι, ἀλλὰ φιλόξενον, δέον τὰ μείζονα τούτων εἰπεῖν. ∆ιὰ τί γὰρ οὐκ εἶπεν, ὅτι ∆εῖ δὲ τὸν ἐπίσκοπον ἄγγελον εἶναι, μηδενὶ πάθει ἀνθρωπίνῳ ὑποκεῖσθαι (ἐκεῖνα τὰ μεγάλα, ἃ Χριστὸς εἶπεν, ἃ καὶ τοὺς ἀρχομένους ἔχειν δεῖ, ἐσταυρῶσθαι, καὶ ἐν ταῖς χερσὶν ἀεὶ ἔχειν τὴν ψυχήν; ὃ καὶ ὁ Χριστὸς εἶπεν, Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· καὶ πάλιν, Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος), ἀλλὰ, Μὴ πάροινον, φησί; Καλαὶ αἱ ἐλπίδες, εἰ περὶ τούτων ὀφείλει ὁ ἐπίσκοπος παραινεῖσθαι. ∆ιὰ τί γὰρ οὐκ εἶπες, ∆εῖ δὲ αὐτὸν ἤδη μεταστῆναι ἐκ τῆς γῆς; ἀλλὰ ἃ τοῖς κοσμικοῖς ἐπέταξας, ταῦτα τῷ ἐπισκόπῳ οὐκ ἐπιτάττεις. Τί δὲ ἐκείνοις, φησί; Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· καὶ πάλιν, Ὁ δὲ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας· καὶ πάλιν, Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν· καὶ ὁ Χριστὸς πάλιν φησὶν, Ἐὰν μή τις ἀποτάξηται αὑτοῦ πᾶσι τοῖς ὑπάρχουσιν, οὐκ ἔστι μου ἄξιος. Τίνος οὖν ἕνεκεν ταῦτα οὐκ εἴρηκεν; Ὅτι τοιούτους ὀλίγους εὑρεθῆναι ἐνῆν, ἐπισκόπων δὲ ἔδει πολλῶν, καὶ καθ' ἑκάστην πόλιν τῶν προηγησομένων. βʹ. Ἐπεὶ οὖν ἐνεδρεύεσθαι ἔμελλε τὰ τῶν Ἐκκλησιῶν, διὰ τοῦτο συμμεμετρημένην εἶπεν ἀρετὴν, οὐκ ἐκείνην τὴν ἄνω, τὴν ὑψηλήν· τὸ γὰρ νηφάλιον