1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

54

Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας. Τὴν διδασκαλίαν ἐνταῦθα προφητείαν λέγει. Μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Οὐ περὶ πρεσβυτέρων φησὶν ἐνταῦθα, ἀλλὰ περὶ ἐπισκόπων· οὐ γὰρ δὴ πρεσβύτεροι τὸν ἐπίσκοπον ἐχειροτόνουν. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι. Ὅρα πῶς πολλάκις περὶ τῶν αὐτῶν αὐτῷ παρεγγυᾷ, δεῖξαι βουλόμενος, ὅτι μάλιστα πάντων ἐν τούτοις σπουδάζειν τὸν διδάσκαλον χρή. Ἔπεχε σεαυτῷ, φησὶ, καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς. Τουτέστι, Πρόσεχε σεαυτῷ, καὶ δίδασκε καὶ τοὺς λοιπούς. Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου. Καλῶς εἶπε, Καὶ σεαυτόν. Ὁ γὰρ τοῖς τῆς διδασκαλίας ἐντρεφόμενος λόγοις, πρότερον αὐτὸς καρποῦται τὴν ὠφέλειαν· ἐν τῷ γὰρ παραινεῖν ἑτέροις, καὶ ἑαυτὸν κατανύσσει. Οὐ γὰρ δὴ πρὸς Τιμόθεον ταῦτα εἴρηται, ἀλλὰ πρὸς πάντας. Εἰ δὲ τῷ νεκροὺς ἀνιστῶντι τοιαῦτα παραινεῖ, τί ἐροῦμεν ἡμεῖς; Καὶ ὁ Χριστὸς δὲ τὸ περὶ τῶν διδασκάλων αἰνίττεται λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὑτοῦ καινὰ καὶ παλαιά. Καὶ πάλιν ὁ μακάριος Παῦλος τὸ αὐτὸ παραινῶν φησιν· Ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Καὶ μάλιστα πάντων αὐτὸς τοῦτο ἔπραττε, παρὰ τοὺς πόδας Γαμαλιήλου παιδευόμενος τὸν πατρῷον νόμον, ὥστε καὶ μετὰ ταῦτα αὐτὸν εἰκὸς προσέχειν τῇ ἀναγνώσει· ὁ γὰρ ἑτέροις ταῦτα παραινῶν, ἑαυτῷ προτέρῳ παρῄνεσεν ἄν. Ὁρᾷς γοῦν αὐτὸν συνεχῶς 62.566 ταῖς τῶν προφητῶν κεχρημένον μαρτυρίαις, καὶ θεωροῦντα τὰ ἐν αὐταῖς· Εἶτα Παῦλος μὲν προσέχει τῇ ἀναγνώσει (οὐ γάρ ἐστι μικρὰν ἀπὸ τῶν Γραφῶν ὠφέλειαν καρπώσασθαι)· ἡμεῖς δὲ ῥᾳθυμοῦμεν καὶ παρέργως ἀκούομεν; καὶ πόσης οὐκ ἂν εἴημεν κολάσεως ἄξιοι; Ἵνα σου γὰρ ἡ προκοπὴ φανερὰ ᾖ, φησὶν, ἐν πᾶσιν. βʹ. Ὁρᾷς ὅτι ἠβούλετο αὐτὸν καὶ ἐν τούτῳ μέγαν γενέσθαι καὶ θαυμαστόν; ∆ιὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι ἐδεῖτο αὐτοῦ ἔτι. Τί ἐστιν, Ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσι; Μὴ ἐν τῷ βίῳ, φησὶ, μόνον, ἀλλὰ καὶ ἐν τῷ λόγῳ τῷ διδασκαλικῷ. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς. Ἆρα τὸ ἀξίωμα νῦν φησιν; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ περὶ παντὸς γεγηρακότος. Τί οὖν ἂν δέηται διορθώσεως; Οὐκ ἐπιπλήξῃς, φησὶν, ἀλλ' ὡς ἂν εἰ πρὸς πατέρα, φησὶ, προσενεχθείης ἁμαρτόντα, οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου. Πρεσβυτέρας ὡς μητέρας, νεωτέρους ὡς ἀδελφοὺς, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ. Αὐτὴ τοῦ πράγματος ἡ φύσις φορτικόν τί ἐστι, τὸ ἐλέγχεσθαι λέγω, καὶ μάλιστα ὅταν καὶ εἰς γέροντα γένηται· ἂν δὲ καὶ παρὰ νέου, τριπλοῦν γίνεται τὸ τῆς προπετείας. Παραμυθεῖται οὖν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ. Ἔνεστι γὰρ ἀνεπαχθῶς ἐλέγχειν, εἴ τις θέλει τοῦτο ἀσκεῖν· πολλῆς μὲν γὰρ συνέσεώς ἐστιν, ἔνεστι δέ. Νεωτέρους ὡς ἀδελφοὺς, φησί. ∆ιὰ τί καὶ ἐνταῦθα τοῦτο παρῄνεσε; Τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος. ∆εῖ τοίνυν καὶ ἐνταῦθα παραμυθεῖσθαι τὸ πρᾶγμα τῇ ἐπιεικείᾳ. Νεωτέρας, φησὶν, ὡς ἀδελφάς· καὶ προσέθηκεν, Ἐν πάσῃ ἁγνείᾳ. Μή μοι, φησὶ, τὴν τῆς μίξεως μόνον εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν, φησὶ, δῷς. Ἐπειδὴ γὰρ αἱ πρὸς τὰς νεωτέρας γινόμεναι ὁμιλίαι δυσκόλως διαφεύγουσιν ὑποψίαν, δεῖ δὲ γενέσθαι παρὰ τοῦ ἐπισκόπου καὶ τοῦτο, διὰ τοῦτο, Ἐν πάσῃ ἁγνείᾳ, προστίθησι, δηλῶν ὅτι μετὰ πάσης ἁγνείας προσήκει τὰς πρὸς αὐτὰς ὁμιλίας ποιεῖν. Τί λέγεις, εἰπέ μοι; Τιμοθέῳ ταῦτα ἐπιτάττεις; Ναὶ, φησί· δι' αὐτοῦ γὰρ τῇ οἰκουμένῃ διαλέγομαι. Εἰ δὲ Τιμοθέῳ ταῦτα ἐπιτάττει, ἐννοείτω ἕκαστος τῶν ἄλλων ὁποῖος εἶναι ὀφείλει, μήτε ὑποψίαν παρέχων, μήτε σκιὰν προφάσεως τοῖς διαβάλλειν βουλομένοις. Χήρας τίμα, τὰς ὄντως χήρας. ∆ιὰ τί μηδὲν περὶ παρθενίας διαλέγεται, μηδὲ λέγει, Παρθένους τίμα; Ὅτι μοι δοκοῦσι μηδὲ εἶναι τότε, ἢ καὶ ἐκπεπτωκέναι. Ἤδη γὰρ, φησὶ, τινὲς ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.