1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

79

μεγάλα βλασφημοῦσαν. Ὑπὸ τούτων πάντα ἀνατέτραπται, πάντα διόλωλεν ἀπὸ τῆς τῶν χρημάτων μανίας. Τίνας γὰρ, τίνας αἰτιάσομαι, οὐκ οἶδα· οὕτως οὗτος ὁ λοιμὸς πάντας κατέχει, τοὺς μὲν ἐκ πλείονος, τοὺς δὲ ἐξ ἐλάττονος μοίρας, πάντας δὲ ὅμως. Καὶ καθάπερ πυρά τις εἰς ὕλην ἐμπεσοῦσα καταστρέφει πάντα καὶ ἐρημοῖ, οὕτω καὶ αὕτη τὴν οἰκουμένην ἀνέστρεψε· βασιλεῖς, ἄρχοντες, ἰδιῶται, πένητες, γυναῖκες, ἄνδρες, παῖδες ἐξ ἴσης πάντες κατέχονται τῷ κακῷ. Καθάπερ ζόφου τινὸς τὴν οἰκουμένην ἐπιπνέοντος, οὐδεὶς ἀνανήφει· ἀλλὰ κατηγορίαι μὲν μυρίαι κατὰ πλεονεξίας καὶ ἰδίᾳ καὶ δημοσίᾳ γίνονται, διόρθωσις δὲ οὐδαμοῦ. Τί οὖν ἂν γένοιτο; πῶς σβέσομεν τὴν φλόγα; Ἔνεστι γὰρ, κἂν πρὸς αὐτὸν ἀρθῇ τὸν οὐρανόν· θελῆσαι δεῖ μόνον, καὶ πάντως περιεσόμεθα τῆς πυρᾶς. Ὥσπερ γὰρ ἀπὸ τοῦ θέλειν ηὐξήθη, οὕτω καὶ ἀπὸ τοῦ θέλειν καθαιρηθήσεται. Οὐχὶ ἡ προαίρεσις ἡ ἡμετέρα αὐτὴν ἐποίησεν; Οὐκοῦν δυνήσεται καὶ ἡ προαίρεσις σβέσαι· μόνον βουληθῶμεν. Πῶς δὲ τὸ θέλειν ἐγγενήσεται; Ἂν ἴδωμεν αὐτῆς τὸ μάταιον καὶ περιττόν· ὅτι ἐκεῖ ἡμῖν συναπελθεῖν οὐ δυνήσεται, ὅτι καὶ ἐνταῦθα ἡμᾶς ἀφίησιν· ὅτι αὐτὴ μὲν ὧδε μένει, τὰ δὲ ἐξ αὐτῆς ἡμῖν τραύματα συναπέρχεται· ἂν ἴδωμεν, ὅτι πολὺς ἐκεῖ πλοῦτός ἐστιν· ἂν πρὸς ἐκεῖνον τοῦτον παραβάλωμεν, καὶ βορβόρου εὐτελέστερος φανεῖται· ἂν ἴδωμεν, ὅτι μυρίους ἔχει κινδύνους, ὅτι ἡδονὴν πρόσκαιρον, ὅτι ἡδονὴν ἀναμεμιγμένην ἀθυμίαις· ἂν ἐκεῖνον τὸν πλοῦτον καλῶς περισκεψώμεθα τὸν τῆς αἰωνίου ζωῆς, οὕτω δυνησόμεθα τούτου καταφρονεῖν· ἂν ἴδωμεν, ὅτι οὐδὲν ἡμᾶς ὀνίνησιν, οὐ πρὸς δόξαν, οὐ 62.596 πρὸς ὑγείαν, οὐ πρὸς ἄλλο οὐδὲν, ἀλλὰ τοὐναντίον καὶ βυθίζει εἰς ὄλεθρον καὶ ἀπώλειαν· ἂν μάθῃς ὅτι ἐνταῦθα πλουτεῖς καὶ πολλοὺς ἔχεις ὑπὸ σαυτὸν, ἐκεῖ δὲ ἀπελθὼν, ἔρημος ἀπελεύσῃ καὶ γυμνός. Ἂν ταῦτα ἐπᾴδωμεν συνεχῶς, καὶ παρὰ τῶν ἄλλων ἀκούωμεν, ἴσως ἔσται τις ὑγεία, ἔσται τις ἀπαλλαγὴ τῆς κολάσεως ταύτης τῆς χαλεπῆς. Καλὸν ὁ μαργαρίτης; ἀλλ' ἐννόησον ὅτι ὕδωρ ἐστὶ θαλάττιον, ὅτι ἐν τοῖς κόλποις αὐτῆς τὸ πρότερον ἦν ἐῤῥιμμένος. Καλὸν τὸ χρυσίον καὶ τὸ ἀργύριον; ἀλλ' ἐννόησον, ὅτι γῆ καὶ σποδὸς καὶ ἦν καὶ ἔστι. Καλὰ τὰ σηρικὰ ἱμάτια; ἀλλὰ σκωλήκων ἐστὶν ὕφασμα· ὑπόληψίς ἐστι καὶ πρόληψις ἀνθρωπίνη, οὐκ ἐν τῇ φύσει τὸ κάλλος ἔχει. Τὰ γὰρ ἐν τῇ φύσει τὸ κάλλος ἔχοντα οὐ δεῖται τῶν διδασκόντων. Σὺ δὲ ἂν ἴδῃς νόμισμα χαλκοῦν ἁπλῶς ἀνακεχρωσμένον χρυσῷ, πρῶτον μὲν θαυμάζεις, χρυσὸν αὐτὸν ὀνομάζων· ὅταν δὲ οἱ περὶ ταῦτα δεινοὶ τὴν ἀπάτην σε διδάξωσι, συνεξῆλθε τὸ θαῦμα μετὰ τῆς ἀπάτης. Ὁρᾷς ὅτι οὐκ ἐν τῇ φύσει ἔχει τὸ καλόν; Ἀλλ' οὐδὲ ὁ ἄργυρος· καὶ γὰρ ἂν ἴδῃς κασσίτερον, θαυμάζεις ὡς ἄργυρον, ὥσπερ τὸν χαλκὸν ὡς χρυσόν· καὶ χρεία τῶν διδασκόντων ποῖα χρὴ θαυμάζειν. Οὕτως οὐκ ἀρκοῦσιν ἡμῖν οἱ ὀφθαλμοὶ πρὸς τὴν διάγνωσιν. Τὰ δὲ ἄνθη οὐ τοιαῦτα, ἀλλ' ἐκείνων βελτίω πολλῷ. Ῥόδον ἂν ἴδῃς, οὐ χρεία τῶν διδασκόντων, ἀλλ' οἶδας ἀφ' ἑαυτοῦ τὴν ἀνεμώνην διαιρεῖν καὶ ἴα· οὕτω καὶ κρίνα, καὶ ἕκαστον ἄνθος. Οὐδὲν οὖν ἕτερον ἢ πρόληψις τὸ γινόμενον. Καὶ ὅτι προλήψεώς ἐστι τὸ ὀλέθριον τοῦτο πάθος, φέρε, εἰπέ μοι, εἰ ἔδοξε τῷ βασιλεῖ τιμιώτερον νομοθετῆσαι τοῦ χρυσοῦ τὸ ἀργύριον, οὐ μετεθήκατε ἂν τὸ θαῦμα καὶ τὸ φίλτρον; οὕτω πανταχοῦ τῆς πλεονεξίας ἐσμὲν καὶ τῆς ὑπονοίας. Καὶ ὅτι οὕτως ἐστὶ, καὶ τῷ σπανίῳ τιμᾶται, ἀλλ' οὐ τῇ φύσει· εἰσὶν καρποὶ παρ' ἡμῖν εὐτελεῖς, ἐν δὲ τῇ Καππαδοκῶν χώρᾳ τίμιοι, καὶ τῶν παρ' ἡμῖν τιμίων πολυτελέστεροι πάλιν ἐν τῇ Σηρῶν χώρᾳ ἕτεροι, ὅθεν τὰ ἱμάτια ταῦτα. Ἐν δὲ τῇ ἀρωματοφόρῳ Ἀραβίᾳ καὶ Ἰνδίᾳ, ἔνθα εἰσὶν οἱ λίθοι, πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν. Οὕτω πρόληψίς ἐστιν, οὕτως ὑπόνοιά ἐστιν ἀνθρωπίνη τὰ τοιαῦτα· καὶ οὐδὲν κρίσει πράττομεν, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν. Ἀνανήψωμεν τοίνυν ποτὲ ἐκ τῆς μέθης ταύτης· ἴδωμεν τὸ ὄντως καλὸν, τὸ φύσει καλὸν, τὴν εὐσέβειαν, τὴν δικαιοσύνην, ἵνα