1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

2

6 Ἐρατὼ Τερψιθέᾳ Τὸν χρυσοῦν Καλλικράτην εἰκόνα σοι γεγραφέναι φασί· τὴν δὲ γραφὴν οὐ Τερψιθέαν οἶμαι δηλοῦν, ἀλλὰ τὴν Λάκαιναν Ἑλένην, ναὶ μὰ τοὺς ἀψευδεῖς Παρρασίου πίνακας. τοιγαροῦν καὶ τὴν τέχνην καὶ τὴν φύσιν ἠδίκησας, τὴν μὲν ἐνυβρίσασα, τὴν δὲ σοφισαμένη· ψεύσασθαι γὰρ τὴν Παρρασίου τέχνην ἠνάγκασας καὶ τὰ μὴ προσόντα σοι διαποικῖλαι τοῖς πίναξιν, ὥσπερ τὰ τῆς φύσεως καλλωπίζουσα σφάλματα καὶ πολλὴν ἐκείνης τὴν ἀτεχνίαν δεικνύουσα. ἐγὼ δὲ καὶ τοῦ γραφέως ἐπαινέτις εἰμί-οὐ γὰρ τῆς σῆς ἀμορφίας εἶναι ζωγράφος ἠνέσχετο-καὶ τῆς φύσεως τὴν σοφίαν τεθαύμακα κακίστῃ ψυχῇ σώματος εὐπρέπειαν μὴ πιστεύσασαν.

7 Σωσίπατρος Τερπάνδρῳ Νόμος ἐστὶ ταῖς ἵπποις, ὥς γέ μοι δοκεῖ, καὶ μάλα σοφός· ἐπαινῶ γὰρ ἐγὼ τὸ περὶ ταύτας λίαν φιλόστοργον. ἀλλὰ τίς ὁ νόμος αὐταῖς; τὴν ὑπομάζιον ἵππον ὅταν ἐνδεᾶ τῆς θρεψομένης θεάσοιντο καὶ πόρρω που τὴν τεκοῦσαν, οἷα συμβαίνει τινά, τοῦ γεννήματος, δρῶσί τι γεννικόν· οὐ γὰρ τῆς ἑαυτῶν ἐπιλανθάνονται φύσεως, καὶ περιθάλπουσι τὸ μονωθὲν κατ' οὐδὲν δυσχεραίνουσαι, ὥσπερ ἔκγονον προσεχές τε καὶ γνήσιον. καὶ φύσις μὲν ταύταις οὕτω φρονεῖν· οὐ γὰρ Σόλωνος νόμος ἠνάγκασε. μετοχετεύσω τὸν λόγον πρὸς σέ. τὸν ἀδελφιδοῦν ὑπερορᾷς θύραν ἐκ θύρας ἀμείβοντα, ἀθλιώτατον τριβώνιον ἀμπεχόμενον· τῶν ἀλόγων ὄντως ἀλογώτερόν σοι τὸ φρόνημα. κύνας ἀλλοτρίους σιτίζεις· οὕτω γὰρ τοὺς περὶ σὲ κόλακας εἰπεῖν οἰκειότερον. εὐνούστατοι γὰρ εἶναί σοι δόξουσι, μέχρις ὅτου τοῖς σοῖς ἐπεντρυφῶσι, ὦ δείλαιος· ὑλακτήσουσι δὲ πάντως καὶ σὲ ἔτι τῆς κραιπάλης τῆς ἔναγχος ἐρευγόμενοι. κολάκων γὰρ φύσις καὶ μνημονικὸν πρὸς κακίαν καὶ τῶν ἀγαθῶν εὐεπίληστον. ὀψέ ποτε τὸν ἀδελφιδοῦν περίθαλπε, Τέρπανδρε· εἰ δὲ μή, τὴν πρόνοιαν ἀκαταγώνιστον ἕξεις πολέμιον τοῖς δακρύοις τῆς φύσεως τὴν ἑαυτῆς ἀκονήσασαν μάχαιραν.

8 ∆άφνων Μύρωνι Μέχρι τίνος ἐπικοιλαίνεις τὸ γήδιον καὶ τὸ κατομβρῆσαν ὕδωρ ἐπιρροφήσεις, ὦ δείλαιος; ἢ τάχα μοι καὶ λιμώττειν τοὺς παῖδας διὰ τὸ κάταυχμον μηχανᾷ; τὸ σὸν γὰρ περιλιμνάζεται γήδιον, τὸ δὲ ἡμέτερον καὶ φύσιν ἠγνόησεν ὕδατος. ἐρωτάσθωσαν πρὸς θεῶν αἱ νεφέλαι, εἰ μόνῳ τῷ Μύρωνι ἀφιᾶσι τὸ ὕδωρ. ἀνὴρ ἐπίφθονος μέγα κακόν· εἰ δὲ καὶ τὸ γείτων εἶναι κεκλήρωται, ἀπαραίτητον τὸ δυστύχημα καὶ θανάτῳ μόλις παυσόμενον.

9 Εὐρίπη ∆εξικράτει Ἐνάτῃ φθίνοντος Ἀνθεστηριῶνος ἐπανήκειν πρὸς ἡμᾶς ἐπηγγείλω, καὶ διέψευσαι τὰς συνθήκας, ∆εξίκρατες. ἐμοὶ δὲ καὶ ἀπῃθαλώθησαν αἱ φρένες τῷ ἔρωτι καὶ δαλοῦ δίκην τὸ περιστέρνιον ἐκπεφλόγισται. ἀπεκοττάβιζον δὲ καθ' ἡμέραν τὰ δάκρυα καὶ τὴν σὴν ὠνειροπόλουν ἐπάνοδον, ὁ δὲ τῶν θυρῶν ψόφος ἀεί μοι φαντασία τῆς σῆς παρουσίας ἐγίνετο. σὺ δέ, ∆εξίκρατες, μετοχετεύεις ἐφ' ἑτέρας τὸν ἔρωτα, καί σοι τὸ ξένον ἀεὶ τιμιώτερον· τῷ γὰρ ταχίστῳ κόρῳ αἱ τῶν ῥαθύμων ψυχαὶ δουλαγωγεῖσθαι εἰώθασιν. ἄπιστόν τι χρῆμα πόθος καὶ ἔρωτες, καὶ βληθήσῃ ποτὲ καὶ αὐτός· τῶν γὰρ ἀδικουμένων αἱ συμφοραὶ ἐπὶ τοὺς ἀδικήσαντας μεταβαίνουσιν.

10 Ἑρμαγόρας Σωσιπάτρῳ Λίαν ἀγεννῶς ἀκήκοά σε τὴν πενίαν ὀδύρεσθαι καὶ κακίζειν τὸν πλοῦτον ὡς ὄντα παρὰ τοῖς ἀνθρώποις ἀνώμαλον, τοῖς μὲν ἐφικτήν, τοῖς δὲ δυσέφικτον τὴν ἑαυτοῦ παρεχόμενον κτῆσιν, ὥσπερ βασκαίνουσαν ἐπὶ τούτῳ τοῖς ἀνθρώποις τὴν φύσιν. εἰ γὰρ ἡλίου λαμπηδόνες τοῖς ἀνθρώποις ἐπίσης καὶ πυρὸς ἀφθονία τοῖς ὅλοις ἐστὶ προχειρότατος καὶ ποταμῶν ῥεῖθρα χειμάρρων τε καὶ ἀεννάων ἅπασίν ἐστιν εὐπόριστα, τί δῆτα- ἔφης-τὸν χρυσὸν ἡ φύσις οὕτως ἀπηκριβωμένον τοῖς ἀνθρώποις διέθετο καὶ φιλόνεικον δῶρον τοῖς ὑπὸ σελήνην ἀπένειμε, δι' οὗ μέγιστα κακὰ τοῖς ἀνθρώποις φοιτῶσιν; ἐγὼ δὲ πλατὺν γέλωτα τῶν σῶν καταχέω δογμάτων· αὐτὸν γὰρ τὸν τῆς φύσεως ἔπαινον ὑπόθεσιν