1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

9

39 Θέτις Ἀναξάρχῳ Οὐ δύνασαι Θέτιδος καὶ Γαλατείας ἐρᾶν· οὐ τεμαχίζεται πόθος· οἱ γὰρ Ἔρωτες οὐ μερίζονται. ἀλλ' οὔτε διπλοῦν ἂν ἐνέγκοις τὸν ἔρωτα· ὡς γὰρ ἡ γῆ δύο ἡλίοις οὐ δύναται θάλπεσθαι, οὕτω μία ψυχὴ δυάδος πυρσῶν ἐρωτικῶν οὐκ ἀνέχεται.

40 Σωκράτης Πλάτωνι Ἀδικεῖται μὲν οὐδείς, ἀδικοῦσι δὲ πάντες, αὐτομάτως ἕκαστος ἑαυτὸν ἀδικῶν· ἀρετῆς γὰρ καὶ κακίας ἐσμὲν αὐτοκράτορες. ἀφείλετό σου Λεωνίδης τὸ γήδιον· τοῦτο τῶν ἐκτός, καὶ τὴν σὴν ψυχὴν οὐδὲν ἐλυμήνατο. ζημιοῖ σε Φίλιππος καὶ τὸν δακτύλιον σφετερίζεται· οὐδὲν ἠδικήθης αὐτός· τὸ γὰρ ἐπίκτητον οὐχ ἡμέτερον. τὸν σὸν υἱὸν ἀνεῖλον οἱ βάρβαροι· οὐ πέπονθάς τι δεινόν· οὐ γὰρ ἀίδιον τὸν παῖδα ἐκέκτησο· ἔναγχός σοι μὴ κεκτημένῳ προσγέγονε, καὶ πάλιν οὐκ ἔστιν, ἐπείπερ οὐκ ἦν, ἀλλ' ἐγένετο. οὐκοῦν ἀδικοῦσιν, οὐκ ἀδικοῦνται οἱ ἄνθρωποι. καὶ τὸν Ὁμηρικὸν τεθαύμακα Κύκλωπα· οὐδένα γὰρ βλάπτειν ἀδικούμενον ἔφασκε, καὶ ἦν τῷ ποιμένι ἀπόφασις ἡ τῆς ἀληθείας κατάφασις.

41 Μαράθων Πηγάνωνι Τοὺς πολιτικοὺς κλύδωνας ἐκφυγὼν καὶ τοὺς ἀπαραιτήτους θορύβους τοῦ ἄστεος ἐμισθωσάμην τὸν ἀγρὸν τουτονί, καὶ μεταβολὴν τύχης ἐδόκουν εὑρεῖν. ἀλλὰ μείζοσι κακοῖς ἐμβεβλήμεθα· ποτὲ γὰρ τὴν ἐρυσίβην ἔχω πολέμιον, ποτὲ δὲ τὰς ἀκρίδας, ἄλλοτε καὶ τὴν χάλαζαν· ἡ δὲ πάχνη λυμαίνεται τοὺς καρποὺς ὡς ἀπαραίτητος τύραννος, καὶ τοὺς ἱδρῶτας ὁ τάλας τοῖς ἀνέμοις χαρίζομαι. οἴμοι ὁ δύστηνος, ὅποι τραπῶ; ὅταν τῶν γεωργικῶν μόχθων ἐπιμνησθῶ, τὰ τοῦ ἄστεος ἀσπάζομαι· ὅταν τὸν πολιτικὸν τάραχον λογίσωμαι, τῆς ἀγροικίας ἐρῶ, καὶ τοῦ παρόντος ἐστὶ τὸ μὴ παρὸν εὐτυχέστερον. μία τῶν λυπηρῶν κατάλυσίς ἐστιν ὁ θάνατος, εἴτε φυσικὸς εἴτε πάλιν αὐθαίρετος. οὐκοῦν ἀγχόνη μοι τὸ φάρμακον· βδελύττεσθαι γὰρ τὸν θάνατον τοὺς δυστυχοῦντας ἠλίθιον.

42 Περικλῆς Ἀσπασίᾳ Εἰ δῶρα ζητεῖς, οὐ ποθεῖς· ἀδωροδόκητοι γὰρ οἱ Ἔρωτες, καὶ τοὺς ποθοῦντας τοιούτους εἶναι διδάσκουσιν. εἰ μὲν οὖν ἐρᾷς, τὸ διδόναι μᾶλλον, οὐ τὸ λαβεῖν οἰκειότερον· εἰ δὲ χρημάτων ὀρέγῃ καὶ δι' ἐμπορίαν τὸ ποθεῖν ἀναπέπλασαι, τὴν γνώμην ἡ γλῶττα διήλεγξε, πωλοῦσα χρυσῷ τὰς ἡδονὰς τῷ ἐθέλοντι.

43 ∆ιογένης ∆ημονίκῳ Τὸ τεχνητὸν γύναιον, τὸ διγενὲς ἡμιάνδριον, τὸ παρὰ τῇ φύσει κατὰ μηδὲν ἐντελές, ὕβρισεν ὁ Λυδὸς εὐνοῦχος ἡμᾶς· ἅπαντα γὰρ τὰ τοῦ σώματος μέλη γλώττας ἔχειν ἀσχήμονας ἐπαγγέλλονται. ἐγὼ δὲ κατὰ τὸν Ὁμηρικὸν Ὀδυσσέα τῶν μὲν ἐκείνου βελῶν οὐκ αἰσθάνομαι· ἀδρανὲς γὰρ πλῆττον τὸ γυναικεῖον φῦλον τοὺς ἥρωας, ἵνα τί σοι καὶ σοβαρώτερον ἀποφθέγξωμαι τὸν ∆ιομήδην μιμούμενος. ὑλακτεῖν δῆτα καὶ μεμηνέναι τοῖς εὐνούχοις ἐστὶν ἁρμόδιον· τῆς τῶν χειρῶν γὰρ ἐστερημένοι δυνάμεως ἅπαντα διὰ τῆς γλώττης πράττειν ἐθέλουσιν. οἱ δὲ φίλοι πολλὴν εὐήθειαν κατηγοροῦσιν ἡμῶν, ἐπειδὴ τὸν ὑβριστὴν οὐ ποιναῖς ἠμειψάμεθα· οὕτω γὰρ καὶ ὄνος ἡμᾶς εἰ λακτίσειεν, οὐκ ἂν δικαστήριον αὐτῷ συγκροτήσαιμεν. τοῦτο δέ τοι καὶ τῷ Σωφρονίσκου Σωκράτει καλῶς διηγόρευται.

44 Πριαπίδης Κορύδωνι Αὔριον ἔσο μοι δαιτυμών. ἅπαντα τὰ πρὸς τὸν γάμον μοι παρεσκεύασται· ἔτνος, ἐρέβινθος, ἰσχάδες πολλαὶ καὶ γλεῦκος καὶ μελιτοῦττα καὶ πόπανα. αὐτὸς δὲ κόμιζε τὴν ἔντεχνον σύριγγα, τὰς ὑπερκύκνους μελῳδίας ᾀσόμενος· ἦσθα γὰρ ποιμαντικῆς μουσουργίας ἐπιστήμων, Κορύδων. τὴν γὰρ παστάδα βεβούλημαι πρὸς ἡδονὴν κινεῖν ἀφροδίσιον, τοῖς ἀπὸ τῆς σάλπιγγος ὑποθελγομένην ἠχήμασιν.

45 Λέανδρος Πυλάδῃ Λίαν ἡμῖν οἱ Ἔρωτες ἀπεχθάνονται. ἐγὼ μὲν ἐρῶ, ἀλλ' ἡ ποθουμένη μισεῖ· καὶ τί δράσαιμι ἂν ὁ τρισάθλιος; οὐκ ἰσόρροπον ἔχουσιν οἱ Ἔρωτες πλάστιγγα· ἄνισα τοῖς ἀνθρώποις ζυγοστατοῦσι τὰ δάκρυα. εἰ μὲν οὖν