1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

7

ἀπανθρωπίαν καλύπτουσα καὶ τὴν ἡμετέραν εὐσέβειαν διαπαίζουσα. φιλανθρωπότερον γὰρ παρ' ἡμῖν ὁ τοκετὸς τῆς ἀμβλώσεως. ἴσθι δὲ καὶ τὴν ∆ίκην ἐπὶ σοὶ χαλεπαίνουσαν καὶ παιδοκτονίας ποινὰς οὐ ῥᾳθυμοῦσαν εἰσπράττεσθαι.

31 Ἡφαιστίων Θάλητι Τὸ Μηδικὸν ὄρνεον, ὁ ταώς, καὶ τῶν Μήδων τὴν ὑπεροψίαν κεκλήρωται μέγα τι καὶ ὑπέρογκον ἐπὶ τῷ κάλλει φρονῶν. τούτου καὶ τὴν θήλειαν ἡττᾶσθαι δοκεῖ. τὸ πτερὸν τοιγαροῦν οἷα δὴ κόμην ἀνίστησι καὶ περιφανέστατόν τι τοῖς ὁρῶσι κάλλος παρέχεται, καὶ κυκλικὸν ἀπεργάζεται σχῆμα, καὶ τὸν οὐράνιον εἰκονίζεται κόσμον, καὶ τοῖς ὀφθαλμοῖς τοῦ πτεροῦ τὴν τῶν ἄστρων διακόσμησιν ἀναπλάττεται. καὶ τοῦτο μὲν Μηδικῶν ὀρνέων ἦθος φιλόκαλον· οὐ γὰρ βασκαίνουσι τὴν ἑαυτῶν εὐκοσμίαν ζωγράφους διδάσκοντες. σὺ δὲ τοῖς σοῖς ἐπῳάζεις συγγράμμασι καὶ τὰς σὰς ἀρετὰς ἐγκαλύπτεις καὶ τοὺς πόνους ἀνεπιδείκτους ἐᾷς, τηλικαύτης ὠφελείας ἡμᾶς χηρεύοντας παρορῶν. εἰ μὲν οὖν βασκανία τίς ἐστιν ἡμᾶς τὸ λυποῦν, ἀφιλόσοφον τὸ ἐγχείρημα καὶ τῆς σῆς ἐπαγγελίας ἀλλότριον· εἰ δὲ ὄκνος τὴν ἀναβολὴν ταμιεύεται, ταὐτόν τι πέπονθας ἀνδρὶ γεωργῷ πολλοὺς τοὺς ἱδρῶτας δεδανεικότι τῇ γῇ καὶ θέρους ἀκμῇ μὴ δρεπομένῳ τοὺς στάχυας.

32 Πόας Ἀμπελίῳ ∆εῦρο ξυναυλίαν, γερόντιον, κλαύσωμεν. ὁ ποταμὸς ἀνεσκίρτησε καὶ κακὸν ἡμῖν ὠρχήσατο σκίρτημα· ὅλον τὸν ἀγρὸν ἐπεκλύσατο καὶ τὰ νεόγονα τῶν ἀμπέλων ὁ φοβερὸς ἐπεβύθισε. τὸ δὲ μεῖζον δυστύχημα, οὐκ ἐθέλει ὁ μιαρὸς τῶν ἐντεῦθεν ἀπαίρειν· ἐμφιλοχωρεῖ γὰρ τῷ γηδίῳ καὶ κοίτην τὸν ἀγρὸν πεποίηται τὸν ἡμέτερον. καὶ δακρύων ἄξιόν ἐστιν ἰδεῖν· ἀντὶ γὰρ ἀμπέλων τοὺς ἰχθύας γεωργοῦμεν οἱ τάλανες. ὅταν ὁ ποταμὸς ἐθέλῃ, ἀγρεύομεν· ὅταν ἐθέλῃ, λιμώττομεν· καὶ μέγα τί μοι δῶρον φιλοτιμεῖσθαι δοκεῖ. εἴθε τῷ θέρει τὰς νεφέλας μηδαμῶς ἱκετεύομεν ὄμβρον ἡμῖν αὐχμῶσι χαρίζεσθαι· οὕτω γὰρ ἅπερ ἐκεκτήμεθα οὐκ ἂν ἀφῃρήμεθα. ποταμὸς γὰρ καθ' ἑαυτὸν ἐπαχθής· εἰ δὲ καὶ ὄμβροις πλουτήσειε, τοῦ πυρός ἐστιν ἀκρατέστερος καὶ μέτροις οὐ χαλινοῖ τὰ φρυάγματα.

33 Γαλάτεια Θέτιδι Ἐπαινῶ σου τὴν φρόνησιν, καὶ τὸ λίαν ἐμπειρότατον ἄγαμαι. ὥσπερ γὰρ ἐκ τρίποδός τινος Πυθικοῦ τὰ μέλλοντα διηγήσω μοι καὶ τοῦ Λυγκέως ὀξύτερον τὰ βαθύτερά τε καὶ ἀφανῆ τῶν πραγμάτων ἐσκόπησας. ὁ Καλλίμαχος ἡμᾶς καταλέλοιπεν· ἀπέπτη μετεωριζόμενος ὀξυτάτῳ τῷ τοῦ κόρου πτερῷ· ἐδραπέτευσεν ἡμᾶς ὁ παμμίαρος καὶ γέγονεν ὁ κόρος αὐτῷ τῆς ἐπιθυμίας πρεσβύτερος. σὺ δέ μοι παρῄνεις πολλά· "3ὅρκοις μὴ πείθου, Γαλάτεια· ὅρκων τοῖς ἐρῶσιν οὐδέν ἐστιν εὐχερέστερον."3 ἐρωτικῶν γὰρ οἱ νέοι μεθύοντες ἡδονῶν καὶ τὸ καλῶς ἀφαιροῦνται βουλεύεσθαι, καὶ πράττουσι καὶ φθέγγονται ὅσα νομοθετοῦσιν οἱ Ἔρωτες· οὐ γὰρ αὐτοκίνητον ἔχουσι τῶν πραγμάτων τὴν ἔφεσιν. ἀπιστία πίστεως ἔοικεν ἀσφαλέστερον, καὶ πρὸς ἀπάτην ὅρκος σοφιστής ἐστιν ἀξιόχρεως. 34 Θεμιστοκλῆς Χρυσίππῳ Ἐπειδὴ σωφροσύνη καὶ παρὰ τῷ μύθῳ τετίμηται, ἄγε δῆτα, Χρύσιππε, διαμυθολογήσομαί σοι μῦθον οὐκ ἄσεμνον. Ἀφίκοντό ποτε πρὸς τὸν ∆ία τὰ ὄρνεα καὶ τὸν Ὀλύμπιον ἐπρεσβεύοντο ἡγεμόνα σφίσιν ἐγχειρίσαι· ἦν γὰρ ἀναρχία τοὺς ὄρνιθας τὸ λυποῦν, καὶ μεγίστου τινὸς ἀγαθοῦ, ἡγεμονίας, ἐχήρευον καὶ πολλὴν διὰ τοῦτο τὴν ἀκοσμίαν ἐκέκτηντο. ἐπένευσε τοίνυν ὁ Ζεύς, καὶ γέγονεν ἔργον τὸ βούλημα, καὶ δωρεῖται δῶρον τοῖς ἱκετεύουσι θαυμαστόν· βασιλέως γὰρ ἦν ἀξίωμα τὸ διδόμενον. προσέταττε δῆτα τοῖς ὄρνισιν ἐπὶ λίμνας καὶ πηγὰς ἀφικέσθαι καὶ τὸν ἑαυτῶν ἀποσμήξασθαι ῥύπον, καὶ τοῖς ὕδασι τὴν βάσανον τῆς ἡγεμονίας ἐπίστευσεν· ἦν γὰρ εὐπρέπεια παρὰ τῷ ∆ιὶ τὸ τιμώμενον, ἐλούσαντο δῆτα οἱ ὄρνιθες, εἶτα πρὸς τὸν ∆ία παλινδρομοῦσιν εὐθύς, καὶ τὴν ἑαυτοῦ ἕκαστος εὐπρέπειαν ἐπεδείκνυτο. ὁ δὲ κολοιὸς τὴν οἰκείαν δεδιὼς ἀμορφίαν τὴν τῆς φύσεως δημιουργίαν ἐνόθευσεν, ἀλλοτρίῳ κόσμῳ τὴν ἑαυτοῦ καλλωπίζων εὐπρέπειαν. ἀλλ'