1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

12

τὰ λάχανα ὄλλυσι. τί δῆτα περὶ τῶν ἀσπαλάκων καὶ λέξαιμι; φοβερὸν γὰρ τῷ γεωργῷ τὸ κακὸν καὶ δυσανταγώνιστον τὸ πολέμιον. διό μοι συμπαραστάτει καὶ τῶν πόνων συλλαμβάνου· κἀγὼ δέ σε αὖθις τοιούτοις ἔργοις ἀμείψομαι. οὕτω γὰρ καὶ οἱ μύρμηκες συμμαχοῦντες ἀλλήλοις καὶ τὸν μόχθον σοφίζονται καὶ τῶν μεγίστων πόνων ἐφάπτονται.

60 Ἄνθεια Ὠρίωνι Ἅπαντα τῷ γυναικείῳ φύλῳ δεδούλωται. Λαΐδος ὁ ∆ιογένης ἐρᾷ, Σωστράτης ὁ Φρύγιος. ἡ τῆς φιλοσοφίας κομψότης διόλωλε· τὸ σεμνὸν ἦθος παρώσαντο, τὸ αἰθέριον καταλελοίπασι φρόνημα, τὸ μετάρσιον ἐπάγγελμα διεψεύσαντο· ἅπαντα φροῦδα τὰ πρὶν αὐτοῖς μεμελετημένα πρὸς ἄσκησιν. ἄωρόν μοι παίγνιον εἶναι δοκεῖ ἄνδρα πρεσβύτην, πολιὰν αἰδέσιμον ἔχοντα, ὑπερωφρυωμένον ἐπὶ σεμνότητι, νεάνιδος ἑταίρας ἐρᾶν. ἐγὼ δὲ καγχάζω καὶ τὸν γέλωτα φέρειν οὐ δύναμαι, ὁπηνίκα συναντήσαιμι τοῖς γεροντίοις· πολλὰ γὰρ τῆς Ἀφροδίτης κατηγόρουν τὸ πάλαι, καὶ τοὺς ἐρῶντας μανίαν νοσεῖν αὐθαίρετον ἔφασκον, ἔφεσιν ἀκολάστου ψυχῆς τοὺς ἔρωτας ὁριζόμενοι. ἅπαντα φέρειν σοφόν· τὸ δὲ ἐλπίζειν λίαν ἐστὶν ἐμφρονέστερον· πολλὰ γὰρ χρόνος καὶ τύχη δεδύνηται.

61 Σώστρατος Λυσιστράτῳ Ἐπειδή σοι πολλὰ καὶ θαυμαστὰ παραινέσαντες τὸν Πηνελόπης ἐδόξαμεν ὑφαίνειν ἱστόν, φέρε δῆτα φέρε καὶ μυθικῶν ἀπαρξώμεθα λόγων· ἴσως γὰρ τῆς σῆς διανοίας ἐφίκοιτο δὴ τὰ λεγόμενα. Ἐν τοῖς νεοβλάστοις τῶν δένδρων ὁ τέττιξ ὀχούμενος ὥρᾳ καύματος ἐκελάδει διάτορον, καὶ τῆς ἑαυτοῦ ἁρμονίας αἰσθανόμενος ἐπετέρπετο. ὁ δὲ μύρμηξ παρῆν τοῖς θερίζουσι καὶ περὶ τὴν ἅλω τὰς διατριβὰς ἐπεποίητο καὶ τοῖς κόλποις τῆς γῆς τὴν ἑαυτοῦ τροφὴν ἐθησαύριζεν, οἷα προμηθέστερος ὢν ὁ μύρμηξ τοῦ τέττιγος. παρῳχήκει τοίνυν ἐκ τῶν βορείων ὁ ἥλιος, ἀπῆν τὸ μετόπωρον καὶ χειμὼν ἐπεφοίτα τῇ γῇ· ἡ δὲ θάλαττα τὰς γαληναίας σπονδὰς διελύσατο. οἱ πλωτῆρες τοὺς λιμένας ὡς σωτῆρας ὄντας ἠσπάζοντο, ὁ γεωργὸς ἐπὶ τὴν ἑαυτοῦ ἀλέαν κατέφευγε, καὶ ὁ μύρμηξ ἐν ταῖς λαγόσι τῆς γῆς καὶ τοὺς πόνους εἶχεν ἑστίασιν ἐπιτήδειον. ἱκέτευε δὴ ὁ τέττιξ τὸν φιλόπονον μύρμηκα τῶν θησαυρῶν μετασχεῖν· ὁ δὲ τὸν μελῳδὸν τῶν ἑαυτοῦ θυρῶν ἀπεπέμπετο, πολὺν αὐτῷ τῆς ἀργίας καταχέων τὸν γέλωτα, καὶ τῶν θερινῶν ᾀσμάτων αὐτὸν ἀνεμίμνησκε. διόπερ ὁ μὲν εἶχε λιμὸν τὴν ᾠδήν, ὁ δὲ τοὺς πόνους τροφήν. Ἁρμόττει σοι ὁ μῦθος, Λυσίστρατε· ἀργὸς γὰρ ὢν ἀθλιώτερος εἶ τοῦ πυρέσσοντος, ἐσθίων μάτην διπλάσια. ἄπαγε δῆτα τῆς ἀργίας, ὦ βέλτιστε· τὰ τῆς φύσεως γὰρ δῶρα κατῄσχυνας, τηλικαύτην ῥώμην καὶ εὐρωστίαν τοῦ σώματος ἀκόσμητον παρεῶν, ἐπιστήμην πόνων ἀσκεῖν μὴ βουλόμενος.

62 Τεττίγων Πορφυρίωνι Ὁ Κορύδων εὐδαίμων ἀνὴρ καὶ τῆς τύχης φίλος, ὡς ἔοικε. αἱ ἄμπελοι ταῖς βότρυσιν ἄχθονται, αἱ ἀχράδες βρίθουσι καὶ τῶν τρυγώντων ὀρέγονται, αἱ ἐλαῖαι τῇ γῇ προσνενεύκασι καὶ τῷ πλήθει τοὺς ἐνεγκαμένους κλάδους βιάζονται, οἱ λειμῶνες κατάκομοι, ἡ ἅλως ταῖς Νειλῴαις ἐφάμιλλος αὔλαξιν. ἀλλὰ καὶ τὸ γύναιον μετὰ τῶν ἄλλων εὐφορεῖ τῷ ἀνδρί· τοσοῦτοι γὰρ παῖδες αὐτῷ, ὥστε καὶ ∆αναὸν καὶ Αἴγυπτον ταῖς εὐτεκνίαις νικᾶν. ἄλλος μὲν γάρ ἐστιν ὑπομάζιος, ἄλλος τῆς γαλουχίας ἐπαύσατο, ἕτεροι δὲ ἕρπουσι μήπω τῆς ὀρθῆς βαδίσεως ἀπαρξάμενοι· ἔνιοι παρατραυλίζουσι καὶ τοὺς ὀδόντας ἀμείβουσιν, ἄλλοι τῆς ἀκμῆς ἐπιβαίνουσι καὶ τὸ βούπαιδες εἶναι κεκλήρωνται· καὶ σύριγγος δίκην αὐλῶν ἡ τῆς ἡλικίας αὐτοῖς τάξις συντέτακται. σὺ δὲ παρῄνεις τὸ θυγάτριον μὴ παρεγγυᾶν τῷ Κορύδωνι καὶ τὴν ἀγχιστείαν ἐκάκιζες, ὥσπερ ἀφοσιούμενος τὴν δυσγένειαν. οἴμοι βεβουκόλημαι ὁ δείλαιος, καὶ κοῦφον ἔσχον τὸ φρόνημα. τοῖς ἀνθρώποις ἀνόνητον ἡ εὐγένεια· πλούτου γὰρ παρὰ πᾶσιν οὐδὲν ἐνδοξότερον. 63 Χρύσης Ἡφαιστίωνι Οὐκέτι τῆς ∆ιοδότης ἐρᾷς. τὰς ἐρωτικὰς θρυαλλίδας ἀπέσβεσας·