1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

οὐ γὰρ ζηλοτυπεῖς ἐπ' αὐτῇ, ἐμφιλοχωροῦσαν τῷ Λυσιστράτῳ θεώμενος. φιλονεικότερον Ἐρώτων οὐδέν· καὶ πῶς, εἰ ἐρᾷς, τηλικαύτης ἀλγηδόνος φιλοσοφεῖς ἀνεχόμενος;

64 Σωκράτης Μελανιππίδῃ Γυμνασταὶ μὲν καὶ παιδοτρίβαι ἀπαραίτητοι τοῖς παισὶν ὡς σωφροσύνης διδάσκαλοι. ἐπειδὴ γὰρ φρονήσεως ἔτι καὶ νόμων οἱ παῖδές εἰσιν ἀνεπίδεκτοι, ἀπειλαῖς χαλινοῦσι τὸ τούτων ἀκόλαστον· τοὺς γὰρ παῖδας λόγοις μᾶλλον ἢ μάστιξιν ἐκταράττομεν. ἐγὼ δὲ τὴν σὴν ἀναίδειαν ἄγαμαι· οὐ γὰρ κολάσεις δικαστηρίων σοι φοβεραί, οὔτε λόγος εἰσηγητικός ἐστιν αἰδέσιμος. τῶν παίδων ἀφρονεστέραν ἐν γήρᾳ τὴν διάνοιαν ἔχεις. ἴθι τοίνυν, εἰ βούλοιο, πρὸς βάραθρον. ὃν γὰρ λόγος καὶ μάστιγες σωφρονεῖν οὐ διδάσκουσι, τοῦτον πείθειν κακίας ἀπέχεσθαι λίαν ἐργῶδες καὶ τοῦ καθαίρειν τὴν Αὐγείου κόπρον ἐστὶ δυσχερέστερον ἢ κοτύλῃ τὸ Ἀτλαντικὸν ἅπαν ἐκροφῆσαι πέλαγος.

65 Βουβαλίων Κισσυβίῳ Ὁ Γοργίου παῖς ἡμᾶς ἀδικεῖ. ξυνωρικεύεται γὰρ ἱππαζόμενος ὁ παμμίαρος, καὶ προσχήματι θήρας περιπέττει τὴν πανουργίαν ὁ κάκιστος. οὔτε γὰρ λαγὼς φοιτᾷ παρ' ἡμῖν οὔτε δορκὰς ἐνδημεῖ, οὐ βουβαλίδες, οὐκ ἔλαφοι, οὐκ ἄλλο τι τῶν πρὸς θήραν ἐπιτηδείων ὄντων. αἱ μὲν γὰρ εἱρκταὶ καὶ πάγαι τοὺς λαγὼς ἀπελαύνουσι, δι' ὧν καὶ ἁλίσκονται τῶν σταφυλῶν ἐπιβαίνοντες, δορκάδος δὲ σπάνις καὶ βουβαλίδος οἱ γείτονες λέοντες. καὶ τί δῆτά σοι τὰ μυρία τῶν θηρίων ἀπαριθμήσομαι γένη, οἷς καὶ ἡμεῖς συλλιμώττομεν; ἀνυδρία γὰρ ἡμᾶς, ἀθηρία δὲ τοὺς θῆρας κολάζεται. ἐπειδὴ οὖν ἀγχιστεία σοι πρὸς τὸν ἀδικοῦντα, Κισσύβιε, εἰσηγοῦ τὸ συμφέρον, καὶ σωφρονέστερον τοῦτον οἱ νῦν σοι διδασκέτωσαν λόγοι. ἴσθι γὰρ αὐτὸν κυσὶ σπαραττόμενον, εἰ ἐν τοῖς ἐμοῖς ἀγροῖς τὸ λοιπὸν ἐνδημήσειεν· ἤδη γὰρ καὶ ἡ θήλεια κύων σὺν τοῖς τέκνοις περιφρουρεῖ μοι τὸ γήδιον ἀνθρωπίνης ὀργῶσα πιμελῆς ἐφάπτεσθαι.

66 Πειθὼ Ἱππολύτῳ Εὐπρέπειαν, οὐκ ἦθος σεμνὸν οἱ ποθοῦντες μᾶλλον ἀσπάζονται. οὐ γὰρ σωφροσύνην Ἔρωτες ἐπαγγέλλονται, ἀλλὰ κάλλει σώματος ὀφθαλμὸν ἀκόλαστον δελεάζουσιν. εἰ τοίνυν διὰ τοὺς τρόπους τῆς Ῥοδοκλείας ἐρᾷς, τῶν σῶν ἡδονῶν οὐ βασιλεύουσιν Ἔρωτες· φιλοσοφοῦντος γὰρ λογισμοῦ βέλος ἀφροδίσιον οὐχ ἅπτεται. 67 Ἐρατοσθένης Αἰσχίνῃ Ἐσθίεις τοὺς ὅρκους ὡς λάχανα, καὶ κτύπος ὀδόντων εἶναί σοι δοκεῖ τὸ πραττόμενον, καὶ τοῖς ἐγκαλοῦσιν ἀντιφθέγγῃ, παμπόνηρε· "3ἡ γλῶττ' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος"3, οὐκ εἰδὼς ἀχαλίνωτον γλῶτταν μείζονα τοῦ πλημμελήματος εἰσπραττομένην τὴν κόλασιν. ἃ γὰρ ἂν λόγοις ἁμάρτωμεν, ἔργοις τὴν τιμωρίαν ὑφέξομεν. τὴν γλῶτταν δῆτα σώφρονα κέκτησο, ὀμνύειν καὶ τὰ πρὸς ἀλήθειαν εὐλαβούμενος· ἀβαρὲς γάρ τι χρῆμα ὁ ὅρκος εἶναι δοκεῖ, καὶ παντὸς ἄχθους ἐστὶ δυσφορώτερον. ἐντεῦθεν καὶ Τάνταλος ἐκολάζετο· περὶ τὰ θεῖα γὰρ ἔσχε τὴν γλῶτταν ἀκόλαστον. 68 Σευτλίων Κοριάννῳ Εἷλον ὀψέ ποτε τὴν κακίστην ἀλώπεκα, καὶ λαβὼν ποικίλοις δεσμοῖς περιφρουρῶ τὴν παμμίαρον. καὶ ἄξω ἐπὶ τὴν λεωφόρον, Κορίαννε, τοὺς ἀγροίκους συγκαλεσάμενος ἅπαντας, καὶ τὴν πολέμιον θριαμβεύσω· καὶ δημοσίᾳ δίκας παρέξεται, ἀντὶ πολλῶν ἀδικημάτων μίαν ὑφέξουσα κόλασιν. 6 Καλλιόπη Λαΐδι Κρωβύλῳ καὶ τέττιγι ὁ Γοργίας σεμνύνεται μήπω τοῖς ἰούλοις κατασκιάσας τὸ πρόσωπον, καὶ βρενθύεται τῷ κάλλει, καὶ δέλεαρ ἀνοίας προτίθησιν ἡμῖν τὴν εὐπρέπειαν. ἐγὼ δὲ γῆρας καὶ νόσον καὶ λύπην πίναξιν ἐγχαράξομαι, καὶ πρὸ τῶν θυρῶν ἀναθήσαιμι τοῦ ἀγνώμονος· ταῦτα γὰρ ἕξει ποτὲ τῆς εὐπρεπείας ἀντίπαλα. 70 Πλάτων Ἀξιόχῳ Ἡνίαις καὶ μάστιξι τοὺς ἵππους ἰθύνομεν, καὶ ναυτιλλόμεθα πῇ μὲν τοῖς ἱστίοις τὴν ναῦν ἐκπετάσαντες, πῇ δὲ ταῖς ἀγκύραις χαλινώσαντες καθορμίζομεν. οὕτω κυβερνητέον καὶ τὴν γλῶτταν, Ἀξίοχε, πῇ μὲν τοῖς λόγοις ὁπλίζοντες, πῇ δὲ σιωπῇ κατευνάζοντες.