1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

ψόγου πεποίησαι καὶ ταὐτὸν πέπονθας τῇ γλαυκί· ἀβλεψίας γὰρ αἴτιον ἐκείνη δοκεῖ τὰς περιφανεῖς τοῦ ἡλίου ἐκλάμψεις. λυσιτελῶς λιμώττει χρυσοῦ τὸ ἀνθρώπινον γένος, Σωσίπατρε· ἐντεῦθεν γὰρ καὶ τέχναι τῷ βίῳ εἰσήχθησαν καὶ πόλεις ᾠκίσθησαν καὶ συναλλαγμάτων εὐμάρεια. εἰ δὲ δεῖ συλλήβδην εἰπεῖν, πάσης εὐκοσμίας ἐστέρητο ἂν τὸ περίγειον τουτὶ ἐνδιαίτημα, εἰ μὴ χρυσὸς τοὺς ἀνθρώπους ἀλλήλων ἐπιδεεῖς ἐτεκτήνατο· οὐ γὰρ ἂν πλωτὴρ ἐναυτίλλετο, οὐχ ὁδοιπόρος ἐνεπορεύετο, οὐκ ἀροτῆρα βοῦν οἱ γεωργοῦντες ἐκέκτηντο, οὐ βασιλικῆς ἡγεμονίας ἐπρεσβεύετο σκῆπτρα, οὐκ ἀρχαῖς καὶ προσφόροις τὸ ὑπήκοον ἐκεκόσμητο, οὐ στρατηγὸς ἐδημαγώγει τὸ στράτευμα. εἰ δὲ καὶ ἀπόρρητον λόγον θέλεις μαθεῖν, ἀρετῆς καὶ κακίας ὁ χρυσὸς τὰς ἡνίας πεπίστευται, καὶ βασανίζεται ἔφεσις ψυχῆς δι' αὐτοῦ, καὶ τῷ Κελτικῷ ποταμῷ ἐστιν ἐφάμιλλος· νόθου γὰρ ἀρετῆς καὶ κακίας ἔλεγχός ἐστιν ἀληθέστατος.

11 Καλλίσταχυς Κυπαρίσσωνι Τῶν ἀκάρπων καὶ ἀνημέρων δένδρων τὴν φύσιν ὁ Σιμιχίδας χθές που ἐνέπρησε· τοιαύτην γὰρ τὴν καταδίκην τοῖς ἀτελεσφορήτοις ἐψηφίσατο δένδροις. ἡ δὲ τοῦ παμφάγου πυρὸς φύσις τὴν ὁρμὴν εἶχεν ἀκόλαστον, καὶ τοῦ ἀγρογείτονος ἄφνω τὸ χωρίον διώλεσεν. ὁ δὲ τὴν διφθέραν ἀφεὶς καὶ τὴν δίκελλαν πρὸς ἄστυ χωρεῖ ῥήτορα ληψόμενος σύμμαχον, καὶ τῷ Σιμιχίδᾳ δικαστήριον συγκεκρότηται. τοῦτο κἀγώ, Κυπαρίσσων, κατὰ σοῦ σκευωρήσομαι, εἰ μὴ ταῖς σαῖς μελίτταις προστάξειας τῶν ἐμῶν λειμώνων ἀπέχεσθαι, καὶ μαθήσῃ ἀλλοτρίοις πόνοις μὴ κεκτῆσθαι πρόσοδον ἄδικον.

12 Μελπομένη Πραξιμίλλῃ Ἐπὶ τὸ Λεωκόριον τὰς διατριβὰς ἡ αὐλητρὶς Χρυσογόνη πεποίηται, καὶ τάχα που καὶ τέρπειν οἴεται τοὺς ἐμοὺς ἐραστάς. καί φησιν ἡμᾶς τὸ πορνίδιον ἄγαν δυσανασχετεῖν ἐπὶ τῷ πράγματι. ἐγὼ δὲ οὐ περὶ πολλοῦ πεποίημαι τὸ πραττόμενον· τοὺς γὰρ ἐραστὰς ὁποῖοι ὄντες τυγχάνουσι πρὸς ἡμᾶς τὰ τῆς Χρυσογόνης βασανίσειεν ἤθη. ἀλλὰ γίνου μοι, πρὸς θεῶν, ἀψευδοῦς ἀποκρίσεως σαφέστατος ἄγγελος καὶ τῇ Λακαίνῃ φράσον· "3μεγίστας σοι χάριτας τοῦ γε ἕνεκα, Χρυσογόνη, ὀφείλομεν· τῇ σῇ γὰρ ἀμορφίᾳ σεμνότερα δειχθήσεται τὰ ἡμέτερα, ἐπεὶ καὶ κολοιοῦ μὴ φανέντος καὶ κόραξ τοῖς εὐπρεπέσι καταλογισθήσεται ὄρνισιν."3

13 Ἀρίστων Νικίᾳ Φιλομαθέστατον ζῷόν φασι τὸν ἐλέφαντα καὶ ἀνθρωπείων διδαγμάτων μαθητὴν ἐπιδέξιον· οὐ γὰρ ὁ τοῦ σώματος ὄγκος θαυμαστὸς παρ' αὐτῷ ὅσον ὁ τῆς παιδείας κόσμος τετίμηται. καὶ ταῦτα μὲν παῖδες περιθρυλλοῦσιν Ἰνδῶν· ἐγὼ δὲ τοῦ Νικίου τεθαύμακα τῶν ἀλόγων ζῴων ἔχοντος τὸν λογισμὸν ἀλογώτερον. ὑπάρχων γὰρ παῖς ἀνδρὸς σοφιστοῦ τὰς πατρῴας ἐκλελάκτικας ἀρετάς, περὶ δὲ κύβους καὶ παλαίστρας τὴν τοῦ βίου σχολὴν κατηνάλωσας, καὶ γέγονας πέρας εὐγενείας τῷ γένει. εἰ τοίνυν παῖς ἀκούειν Ἑρμαγόρου ἐθέλεις, ὀψέ ποτε πρὸς τὸν ἐκείνου βίον ἐπάνηκε· ἀγαθὸν γὰρ ὅτῳ κἂν ἐν γήρᾳ σοφία τε καὶ φρόνησις παρῇ, καθὰ δοκεῖ καὶ τῷ Πλάτωνι. εἰ δὲ τῶν πάλαι κακῶν δυσανασχετεῖς μεθιστάναι καὶ παῖδα σαυτὸν Ἑρμαγόρου κηρύττεις, τυμβωρύχος ἴσθι τοῦ πατρῴου τάφου γινόμενος· τῇ σῇ γὰρ κακίᾳ τὰς ἐκείνου ἀρετὰς καθυβρίζεις.

14 Μυρωνίδης ∆αμάλῳ Τὸ ποίμνιον ἅπαν ὁ σὸς ἐλυμήνατο παῖς. τὸ κισσύβιον ἀεὶ πληρώσας τοῦ γάλακτος ἐπὶ τὰς πλατάνους ὁ λωποδύτης χωρεῖ καὶ στιβάδα ποιήσας ἀπεριμερίμνως ἀναπέπτωκε καὶ τὸν ἁβροδίαιτον βίον ἀσπάζεται. εἶτα τὴν σύριγγα κομισάμενος ὥσπερ ἐπιδείπνιον ᾠδὴν τὴν εὐθυμίαν προβάλλεται, καὶ τοὺς ἀγροικικοὺς παραχαράττει θεσμούς. τὰ δὲ θρέμματα τῇδε κἀκεῖσε διέσπαρται καὶ πρὸς ἔφοδόν ἐστιν εὐάλωτα. ναὶ δὴ καὶ τοὺς ὄνθους εὐώνους διαπιπράσκει ὁ δείλαιος, καὶ Μυρωνίδην ἀδικῶν οὐκ αἰσχύνεται. εἱστίων χθὲς τὸν Τρυγίαν λαμπρῶς· ἰσχάδες γὰρ ἦν μοι καὶ ἀκρίδες τὰ ὄψα. ὁ δὲ θεσπέσιος οὑτοσὶ