1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

6

τὸ δάκρυον, ὅρους νομοθέτει τῇ λύπῃ, φρονήσει τὸ πάθος θεράπευσον, ἰατρὸς γίνου σαυτοῦ· ἔχεις λόγον τὸ φάρμακον νηπενθὲς ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. οὐκ ἐκ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον ὁ δημιουργὸς παράγει ποτὲ τὰ ποιήματα. τοῖς θνητοῖς τὰ θνητὰ καταλείψωμεν· μεγάλαις γὰρ κηλῖσιν ἐνθάδε τὸ βασιλικὸν τῆς ψυχῆς καταστίζεται. ἐγὼ τὴν γένεσιν ἢ τὸν θάνατον μᾶλλον δακρύσαιμι· τὸ μὲν γὰρ δακρύων ἀρχή, τὸ δὲ τῶν ἀνιώντων κατάλυσις. ἄγνοια περιδεεῖς ἡμᾶς ἀπεργάζεται, καὶ θάνατον εὐλαβούμεθα οὐχ ὅτι κακόν, ἀλλ' ὅτι τοῖς ἀνθρώποις ἠγνόηται· οὗ γάρ τις τὴν γνῶσιν ἀφῄρηται, τούτου κατηγορεῖ προχειρότατα. μὴ γένοιο τοίνυν τῇ Νιόβῃ ἐφάμιλλος, ἵνα μή που δόξῃς καὐτὸς λίθῳ τὴν ἀνθρωπείαν φύσιν ἀμείβεσθαι.

26 Κεκροπὶς ∆εξικράτει Τὴν Μαγνῆτιν λίθον ἐρᾶν τοῦ σιδήρου φασί, καὶ τοσοῦτον ζῆν ἱστοροῦσι τὴν λίθον, ὅσον τῷ ἐρωμένῳ καὶ σύνεστιν. ὁπηνίκα γὰρ ἡ λίθος τοῦ ὁμοζύγου χωρίζεται, παραυτίκα νεκροῦται καὶ τὴν ἑαυτῆς ἐνέργειαν ἀποτίθεται. αἱ τοιαῦται προσπάθειαι, ∆εξίκρατες, καὶ τοῖς ἀψύχοις ἐγγίνονται. ἐγὼ δὲ τί ἂν πάθοιμι, φίλτατε, ἐπὶ τοσοῦτον ἀπολιμπανομένη τῆς σῆς ἐνδημίας; οἶμαι καὶ τὸ φράσαι τοῦ παθεῖν χαλεπώτερον. οὕτω λυπήσαιμι τοὺς λυπήσαντας καὶ βέλος γενοίμην τοῖς ἐρῶσι· σπινθὴρ γὰρ ἀφροδίσιος αἰθάλης καὶ φλογὸς φλογωδέστερος.

27 Θερίστρων Σπείρωνι Ἐπὶ τὴν Αἴτνην, τὸ Σικελικὸν ὄρος, ἀπαίρομεν εἰπόντες χαίρειν τῇ Ἀττικῇ. οὔποτε γὰρ δυστυχεστέραν γῆν πρὸς ἐπίδοσιν καρπῶν ἑωράκαμεν· ἀντὶ πυρῶν μυρρίνας, ἀντὶ κριθῶν κιττὸν ἡμῖν ἀπεκύησεν. ἡ δὲ σιπύη κενή, καὶ ἡ ἅλως λιμοῦ μοι πεπλήρωται. διά τοι τοῦτο τῶν πρώτων μοι μὴ ἐκφυέντων σπερμάτων οὐκ ἂν αὖθις τῇ ἀγνώμονι καταβάλοιμι. οὐ δύναται γεωργὸς καὶ λιμὸν καὶ στρατιώτην ἔχειν πολέμιον, οὔτε δὲ πλωτῆρες οἷοί τέ εἰσι πνεύμασιν ἅμα καὶ κεραυνοῖς ἀντιμάχεσθαι.

28 Ἡρακλείδης Ἀντισθένει Οὔπω μοι τῆς ὀργῆς ὑφῆκας, Ἀντίσθενες, ἀλλ' ἔτι χαλεπαίνεις ἡμῖν, καὶ κρύπτεις τὴν ἀνίαν προσηνῶν ῥημάτων προσχήματι, ὥσπερ οἱ ἐν αἰθάλῃ σπινθῆρα πυρὸς ταμιεύοντες. ἐκκάθαραι λοιπὸν τῆς καρδίας τὴν λύπην· τοῦτο γὰρ οἱ ἡμέτεροι λόγοι πρεσβεύονται. εἰ δὲ μή, καὶ θαλάττης ἀπηνέστερος ἔσῃ· κατευνάζει γὰρ ἐκείνη τὸ ἄγριον καὶ παρέχεται τοῖς πλωτῆρσιν ὄψιν φιλάνθρωπον, ὁπηνίκα τῷ ἐλαίῳ φιλοφρονοῦνται ἄγαν τοῖς κύμασι χαλεπαίνουσαν.

29 Λαχάνων Πηγάνωνι Ἧκέ μοι πρὸς τοὔλαιον αὔριον· ἐκδημήσαιμι γὰρ τοῦ ἄστεος καὶ δαιτυμὼν ἔσομαι, φίλτατε. Νύμφαις γὰρ καὶ τῷ Πανὶ τοῦ ποιμνίου τὰς ἀπαρχὰς ἀναθήσαιμι. εὐνοοῦσι γὰρ ἡμῖν ὀψέ ποτε οἱ θεοί· τὰ κισσύβια πεπλήρωταί μοι τοῦ γάλακτος, αἱ ἄρνες εὐγόνως τετόκασι, περισκιρτῶσιν αἱ αἶγες ἐπὶ ταῖς εὐτυχίαις ὥσπερ γηθόμεναι. πεπαύμεθα πενίᾳ μαχόμενοι, δυσνουθετήτῳ θηρίῳ καὶ δυσκόλῳ· δίκην ἕλκους τοῖς κεκτημένοις ἐμπλέκεται καὶ φιλοσύνηθές ἐστι κακόν, ῥαθυμοποιόν, κατηφές, πρὸς λύπην ἀπαρηγόρητον, πρὸς ἀνίαν ὀξύρροπον, ἄγρυπνον, φιλομέριμνον, ἐπίμοχθον, κακῶν ἐφευρετικόν, ἄδοξον, εὐκαταφρόνητον, ἀνεπίφθονον. οὐ γάρ τις ἐθέλει τηλικούτῳ κακῷ συναντᾶν, οὐδὲ εἰ τὴν Ὀρέστου μανίαν κατακριθείη νοσεῖν. ῥίψαντες οὖν τὰ τῆς πενίας τῇ πενίᾳ ἐφ' ἑτέραν μεταστησώμεθα λῆξιν, μετὰ τῆς τύχης ἀμείψαντες καὶ τὸ φρόνημα. 30 Ῥοδίνη Καλλιόπῃ Ἐπὶ τῶν ἐραστῶν διασύρεις καὶ σκώπτεις ἡμᾶς τὸ καὶ τό, κεχαυνῶσθαί μοι τὸ σύντονον καὶ σφριγῶν τοῦ σώματος διαπαίζουσα. σὺ δὲ τὴν σὴν πανουργίαν κεκρύφθαι δοκεῖς· ἀτελεσφόρητα γὰρ τὰ κυοφορούμενα ἀποπατεῖς ἡ παμμίαρος, καὶ τὰς ἀμβλώσεις ἢ τοὺς τοκετοὺς αἱρετωτέρας πεποίησαι, δριμυτέροις φαρμάκοις τὰ ζωογονούμενα ἐν τῇ σῇ γαστρὶ περιπνίγουσα, καὶ τῆς Κολχικῆς Μηδείας ἀπηνεστέρους ἀπεργάζῃ τοὺς φόνους. παιδοκτόνον ἐκείνην ἐδίδασκεν ἀγνωμονῶν ὁ ὁμόζυγος τὴν εὐνέτιν καὶ τῶν ἀγώνων τὴν σύμμαχον· σὺ δὲ διὰ τὴν τοῦ κάλλους εὐπρέπειαν μυρίας συμφορὰς ἀπεργάζῃ, πορνίδιον. παῦσαι δῆτα καὶ τὴν σὴν