1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

15

φιλάνθρωπον· βασκαίνουσι γὰρ οἱ Ἔρωτες, τὸ μὲν ποθεῖν παρεχόμενοι, τὸ δὲ τυχεῖν ἀφαιρούμενοι.

79 Ἰσοκράτης ∆ιονυσίῳ Προπομποὶ καὶ ῥαβδοῦχοι καὶ κήρυκες καὶ θρόνων ὑψηλοτάτων ἐπίτευξις φιλοσοφίας ἐστὶν ἀχλύς, καὶ διαιρετικώτατος πέφυκε τῶν ἀρετῶν χωρισμός. οὐκ ἤμειψας μετὰ τῆς τύχης τὴν φύσιν. ἔτι τὸν θύλακον ἔχεις δερμάτινον· θνητὴν γὰρ ἔχεις ἐκ προοιμίου τὴν σύστασιν. τί δῆτα τὸ κενὸν τοῦτο καὶ κοῦφον δοξάριον ἐπὶ τοσοῦτον τὸν πήλινον ἀσκὸν διεφύσησε; μεγάλης ἀνοίας ἐνεφορήθης, ὦ δύστηνε, καὶ τῆς φύσεως τὴν γνῶσιν ἀφῄρησαι. οὕτω τὰ μετέωρα τῆς τύχης κινήματα ἐκστῆναί σε τῆς πάλαι θεωρίας ἠνάγκασαν, καὶ τῆς σώφρονος ἐκείνης μανίας ἀπαναχω-ρεῖν παρεσκεύασαν. ἦν σοι πάλαι μετάρσιον τὸ χαμαίζηλον· νῦν δὲ καὶ χθαμαλὸν καὶ περίγειον ὁ τῆς τύχης ὅρος ἀκρότατος. οὐκοῦν τῆς ψευδοῦς εὐδαιμονίας ἀφίστασο, καὶ τὴν δραπέτιν τύχην δραπέτευε· προφθάνων γὰρ τὴν ἀγνώμονα ἄφνω τὴν μεταβολὴν οὐ δυσφορήσεις προσπίπτουσαν.

80 Κορύδων Ἀμπέλωνι Οὐκ ἔστι τι γεωργῶν ἀθλιώτερον. τυραννούμεθα καὶ τοῖς ἀνέμοις οἱ τάλανες· ἀπόλλυσιν ὁ νότος ἡμᾶς, τοὺς ἀστάχυας ἐξιτήλους μοι ἀπειργά-σατο, τὴν ἄμπελον ἐλυμήνατο καὶ τὰς ῥᾶγας διέφθειρε. καὶ πρὸς δικαστή- ριον ἕλκειν οὐχ οἷός τέ εἰμι τὸν λυπήσαντα. διὸ καὶ τὸ δρέπανον καὶ τὴν ἄμην ἀπώσομαι, ἀσπίδα καὶ κράνος καὶ ξίφος ἀράμενος, καὶ στρατιώτης γενήσομαι καὶ τὴν τέχνην ἀμείψας τὴν τύχην σοφίσομαι.

81 Λέανδρος Καλλικόμῳ Εἰ μέν τι τοῖς ἀνθρώποις χρυσοῦ τιμιώτερον, δίδασκε, καὶ μείζοσι δώροις ἀμείψομαι τὴν ἀπόλαυσιν· εἰ δὲ μή, δίδου μοι θᾶττον τὰς χάριτας. οὐ γὰρ ∆ανάης ἔχεις τὸ κάλλος σεμνότερον, οὔτε ∆ιὸς ἐγὼ πλουσιώτερος χρυσῷ τὴν παρθενίαν ὠνούμενος.

82 Σωκράτης Ἀλκιβιάδῃ Καὶ τὰ τῆς ποιήσεως παίγνια πάσης ἔμπλεα σοφίας καθέστηκε. κηρῷ τοὺς Ὀδυσσέως ἑταίρους διαβῦσαι τὰ ὦτά φησιν ὁ τοῦ Μέλητος, ὅτε ταῖς ὁλκάσι πρὸς τὰς ἀκολάστους Σειρῆνας ἀνήγοντο, τὸν δὲ Λαέρτου δεσμοῖς ἀπείργεσθαι ὡς ἐν εἱρκτῇ δυσφύκτῳ τινί. μυθολογεῖ τὰ τῆς φιλοσοφίας ἀπόρρητα. Σειρῆνας γὰρ δοκῶ τὰς ἀσχήμονας ἡδονὰς τὴν ποίησιν ἀνα-πλάττεσθαι. καὶ θαυμάζω λίαν τὸν Ὅμηρον συγκιρνῶντα τοῖς πλάσμασι τὴν ἀλήθειαν καὶ κυκεῶνα νέκταρος προσηνέστερον ταῖς ἀκοαῖς ἡμῶν ἀναμίξαντα, οἷάπερ ὕδωρ τὸ ψεῦδος οἴνῳ τονικωτάτῳ τινὶ τῇ ἀληθείᾳ κεράσαντα. οὕτω γὰρ οὔτε τοῖς πλάσμασιν ἀπατώμεθα, οὔτε τῇ δυσ-εφίκτῳ τῶν ὄντων καταλήψει τὸν νοῦν μεθυσκόμεθα. διὸ κηρῷ μὲν τὴν ἀπειρίαν, δεσμῷ δὲ τὴν φιλοσοφίαν ἐδήλωσεν. ἐντεῦθεν Ὀδυσσέα μόνον τῶν ὑπερκυκνείων μελῶν ἀκούοντα τερατεύεται καὶ τοῖς δεσμοῖς τὴν ἔφεσιν διακόπτεσθαι. ἡ μὲν γὰρ τῶν κακῶν ἀφαίρεσις ἀφιλόσοφος ἀρετή, ἡ δὲ τῶν ἡδονῶν ἀναχώρησις φιλοσοφίας ἐναγώνιον τρόπαιον. ἐπειδὴ τοίνυν, Ἀλκιβιάδη, τῆς Ὀδυσσέως πλάνης ὁ παρὼν βίος εἰκόνισμα, καὶ τῇ θαλάττῃ τῶν θορύβων ὁ δείλαιος ἄνθρωπος περινήχεται, καὶ Σειρηνείων ἡμῖν ἡδονῶν περιπολοῦσιν ἠχήματα, καὶ πνευμάτων δίκην ποτὲ μὲν ἐνθένδε, ἄλλοθεν δέ ποτε περικροτοῦσιν ἐξαίσια, τὸν Πηνελόπης ὁμόζυγα μιμησώμεθα, ἄρρηκτόν τινα τῶν ἀρετῶν καὶ θεῖον δεσμὸν τὴν φιλοσοφίαν ἀσκήσαντες.

83 Ἄνθινος Ἀμπελίνῳ Ὁ τρυγητὸς ἤδη προκέκυφε, καὶ ὁ βότρυς γλεύκους πεπλήρωται καὶ ὀργᾷ τῇ ληνῷ διαχεῖσθαι. περιφρούρει γοῦν τὴν λεωφόρον κάλλιστα καὶ τὴν Κρῆσσαν κύνα συνέριθον κέκτησο. ὁδίτου γὰρ χεῖρες ἀκόλαστοι καὶ γεωργικοὺς ἱδρῶτας ἀδικεῖν ἑτοιμόταται.

84 Χρυσίππη Σωσιπάτρῳ Ἐρωτικοῖς δικτύοις οὐχ ἑάλως, Σωσίπατρε, τῆς Ἀνθούσης ἐρῶν. φρονίμων ὀφθαλμῶν ἐστι τεκμήριον νεάνιδος ἐρᾶν εὐπρεποῦς. μὴ στέναζε κάλλει νικώμενος· μείζονα γὰρ τῶν πόνων τὴν ἀπόλαυσιν ἕξεις. ἐρωτικὸν