1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

71 Ῥόδων Κυπαρίσσωνι Τοὺς Λευκανοὺς ἐπιέναι πάλιν φασί, καὶ τὸ δρέπανον ἀπορρίψας λόγχην καὶ σαυρωτῆρα χαλκεύσομαι, καὶ τὴν ἐνυάλιον τέχνην ἀσκήσαιμι. οὐκ ἐᾷ γὰρ ἠρεμεῖν ὁ δαίμων ἡμᾶς. ἐμοὶ τοῦ χειμῶνος τὸ θέρος ἐστὶ κρυωδέστερον· τί γὰρ τοῦ πολέμου γένοιτ' ἂν φρικωδέστερον; ἦρος φανέντος ἐδάκρυσα. ὡς κομᾷ τοῖς ἄνθεσιν ὁ ἀγρός, ὡς εὐῶδες ἐν ταῖς μυρρίναις τὸ γήδιον, ὡς κοσμία κομῶσα ἡ πλάτανος. χλοάζει τὸ λήιον, ἅπαντά μοι πρὸς εὐετηρίαν ἐπείγεται. ἀλλ' ἀδικοῦσιν ἡμᾶς οἱ πολέμιοι· ἀρότρου γὰρ αὐτοῖς ἡ μάχαιρα ποθεινότερον.

72 Σωσίπατρος Τελεσίλλῃ Εἰ μὴ ταῖς ἀφροδισίοις ἡδοναῖς τὸν ἀτερπῆ κόρον ἡ φύσις ἐνέμιξεν, ἐδουλαγωγεῖτο τὸ ἄρρεν τῷ γυναικείῳ φύλῳ, Τελέσιλλα. μὴ τοίνυν μέγα φρόνει, πορνίδιον. ὁ τῆς Ἀφροδίτης μοι πυρσὸς ἀπῃθάλωται· οὐ γὰρ ἀθανάτους ἀλγηδόνας τὰ τῶν Ἐρώτων βέλη παρέχονται.

73 Πρόκλος Ἀρχιμήδει Τοὺς πολύποδάς φασιν ἀθηρίας τυγχάνοντας τοὺς ἑαυτῶν κατεσθίειν πλοκάμους, ὄψον ὥσπερ ἀληθῶς ἐμπαράσκευον τὰ ἑαυτῶν ποιουμένους δυστυχέστατα μέλη. ἑστιῶνται γοῦν οἱ τάλανες τῶν ἑαυτῶν μορίων τὰ καίρια, καὶ δαιτυμόνες τῶν ἰδίων σαρκῶν ἀναδείκνυνται. ἆρά γε, Ἀρχίμηδες, οὐ πολύπους τὴν γνώμην εἶναι τοῖς ὅλοις δοκεῖς; ἐγὼ μὲν οἶμαι τοῦτο σαφέστατα· ἀδικεῖς γὰρ λίαν ἀπανθρωπότατα τὸν σὸν πατέρα, μήτε τὴν φύσιν αἰδούμενος, μήτε τὴν δίκην ὡς βάραθρον εὐλαβούμενος. ἀλλ' εἰ μὲν μεταγνοίης, ἀμνήμονα τῶν παρῳχηκότων κακῶν ἕξεις τὴν πρόνοιαν· εἰ δὲ τὴν φιλόχρυσον Ἐριννὺν ἀμετακίνητον πάθος κεκλήρωσαι, τὴν ἰσόρροπον πλάστιγγα τὸ θεῖόν σοι ταλαντεύεται, καὶ παῖδας ἕξεις πατρικῆς κακίας εἰκόνας ἀληθεῖς καὶ ἰνδάλματα. οὕτω γὰρ καὶ τὰ τῆς ἐχίδνης κυήματα μητρικὴν ἀνοσιότητα διαδέχεται, τὴν κυοφόρον καὶ τιθηνὸν γαστέρα ῥηγνύοντα.

74 Ἐλάφων ∆όρκωνι Γόνιμος πρὸς εὐκαρπίαν τῇ γῇ ὁ τῶν θρεμμάτων ὄνθος καθέστηκεν. οὐκοῦν δίδου μοι τῶν σῶν θρεμμάτων τὴν κόπρον, καὶ λήψῃ καὐτὸς μισθοὺς εὐετηρίας ἀχράδας καὶ λάχανα, καὶ τὸ σὸν φιλότιμον λαμπροτέ-ραις ἀμείψομαι χάρισιν.

75 Ἀριστόξενος Πολυξένῃ Ἑταιρικῶν ἡδονῶν οὐδὲν ἀσθενέστερον. ἄπιστα τὰ τῶν σῶν χειλέων φιλήματα· ἀφύτευτος γὰρ πόθος θᾶττον μαραίνεται. ἐγὼ τὴν σωφρο-σύνην λοιπὸν ἀνήδονον οὖσαν παρὰ τοῖς πολλοῖς μᾶλλον προσδέξομαι-τὸ γὰρ σταθερὸν ἐπαγγέλλεται-καὶ προικίων τὸν γάμον ὠνήσομαι· πρία-σθαι γὰρ πίστιν ἑταιρικὴν χαλεπώτατον.

76 ∆ιογένης Σωτίωνι Τὸ μικρὸν τοῦτο δοξάριον ὕπαρ ἐνύπνιον τοῖς εὖ φρονοῦσιν εἶναι δοκεῖ, καὶ τῶν πεπλασμένων μύθων τερατωδέστερόν ἐστι καὶ φαυλότερον, ἄστατον, κουφοποιόν, παίγνιον ἤχων καὶ πνευμάτων φαντασιωδέστερον. τοῦτο καὶ μὴ παρὸν ἀνιᾷ, καὶ προσγενόμενον πλέον ἐλύπησε· μετ' οὐ πολὺ γὰρ τοὺς ἐραστὰς ἠγνωμόνησε καὶ πρὶν γενέσθαι πρὸς τὸ μὴ εἶναι μετέδραμε. μή σε καταπληττέτω τὰ τῆς τύχης φυσήματα· διαπαίζει γὰρ τοὺς ἀνθρώπους ὥσπερ καὶ βούλεται· εἴδωλα γὰρ εἰδώλων τὰ τῶν ἀνθρώπων τετύχηκε πράγματα.

77 Βουκολίων Μυρωνίδῃ Ὁ σὸς ἔκγονος ὑπερμαζᾷ, Μυρωνίδη. ἐρυθρῷ ῥάκει τὰ βουκόλια διετάραξε καὶ τὴν δάμαλιν τὴν ποθεινὴν κατεκρήμνισεν· οἱ δὲ ἡλικιῶται τὴν συμφορὰν ἐπεποίηντο παίγνιον. μὴ πάρεχε δυοῖν χοινίκοιν τῷ παιδὶ περαιτέρω· οἱ γὰρ νέοι καὶ σφριγῶντες ἀκόλαστοι καὶ τρυφῶντές εἰσιν ἀκρατέστεροι.

78 Περικλῆς Καλλιόπῃ Παρθενικῶν ἡδονῶν ἐπιτεύξασθαι ἄγαν ἐστὶ δυσχερές· ἐγὼ δὲ ῥάθυμος τὴν ψυχήν. καὶ τί δράσαιμι ἄν; ἀσύμβατος γὰρ ὁ Ἔρως ἐπιπέμπων τὸ βέλος. αὐτή μοι δίκαζε καὶ τῷ Ἔρωτι, καὶ δίδου μοι ψῆφον