1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

4

νεανίας τῶν ἰσχάδων τὰς πλείστας ἐκβέβρωκε καὶ τὰς ἀκρίδας οὐκ οἶδ' ὅπως ἐξερρόφησεν-ὁ δὲ Τρυγίας ἐκεχήνει-καὶ μοῖράν τινα μετὰ κόρον κομίζεται οἴκαδε. ἀπίτω μοι λοιπὸν τῶν ἀγρῶν ὁ Κλεινίας· τῶν γὰρ πόρρω κακῶν αἱρετώτερόν ἐστιν ἀνέχεσθαι ἢ πολέμιον οἴκαδε τρέφειν κρυπτόμενον.

15 Ἀταλάντη Κορίννῃ Ἐν τῇ παλαίστρᾳ τὸν Αὐγείαν τεθέαμαι, Κόριννα· τὴν δὲ θέαν οὔτε λόγος ἐκφράσειεν οὔτε ζωγράφου χεῖρες μιμήσαιντο. ἦν γὰρ ὁ νεανίας εὐσθενής, ὄρθιος, τὸ περιστέρνιον λάσιος, οἱ δὲ ὀφθαλμοὶ δορκάδος αὐτῷ. τὸ δὲ βλέμμα οὔτε θυμῷ φοινισσόμενον οὔτε μαλακώτερον τῇ ὑγρότητι, ἀλλ' ἀνδρεῖον καὶ πρᾶον ὁμοῦ. ἡ δὲ χροιὰ ἡ τοῦ σώματος οὔτε πρὸς τὸ θηλυπρεπὲς ἐλευκαίνετο οὔτε πρὸς τὸ μελάντερον κατεσκίαστο. ἡ δὲ θρὶξ ἠρέμα πως ἐπεκύμαινε τῇ οὐλότητι καὶ κυανίζουσαν ὥρᾳ γαλήνης τὴν θάλατταν εἰκονίζετο, ὅτε καὶ τὴν γείτονα χέρσον ἁπαλῷ περιπτύσσεται ῥείθρῳ τὸ μανιῶδες τοῦ κλύδωνος καὶ βάρβαρον παρεάσασα. αἱ δὲ παρειαὶ οὔτε κατέρυθροι-γυναικῶδες γάρ-οὔτε πάλιν ὠχρότητι τὴν εὐπρέπειαν ἐπεστύγναζον. ἡ δὲ ῥὶν λίαν σεμνῶς ἐτετόρνευτο καὶ πολλὴν τῆς δημιουργοῦ φύσεως τὴν ἐπιστήμην ἀπήλεγχε. τὸ δὲ ἔλαιον ἐπιχεόμενον ἡλιοειδῶς περιήστραπτε καὶ ταῖς μαρμαρυγαῖς τῶν ἐκλάμψεων τὴν παλαίστραν ἀκτίνων δίκην ἠγλάιζε. πέπονθα, Κόριννα, τὴν ψυχήν, καὶ δριμυτέρας τῆς ἀλγηδόνος αἰσθάνομαι· ἐρωτικὸν γὰρ διηγήσασθαι πάθος τὸ γυναικεῖον φῦλον αἰσχύνεται.

16 Γοργίας Ἀριστείδῃ ∆ανειζόμενος γέγηθας, εἰσπραττόμενος ἀνιᾷ, καὶ συναντῶν τοῖς δανεισταῖς καταπλήττῃ τῷ φόβῳ, ὥσπερ θηρίοις τισὶ φοβεροῖς καὶ ἀνημέροις ἐντυγχάνειν δοκῶν· καὶ περισκοπεῖς τὰς τριόδους καὶ πρὸς τὰς στοὰς ἀφορᾷς τοὺς δανειστὰς δραπετεύειν γλιχόμενος, ὥσπερ οἱ ναυτιλλόμενοι ἐν μεγάλῳ τῷ κλύδωνι λιμένος τυγχάνειν ὀρέγονται. ἀλλὰ καὶ κακῷ τὸ κακὸν ἐπινέμεις· δανειζόμενος γὰρ παρ' ἄλλων ἄλλοις ἀποδίδως τὸ ὄφλημα, ταὐτόν τι ποιῶν τοῖς διὰ φόβον θανάτου κατακρημνίζουσιν ἑαυτούς. ἐπειδὴ τοίνυν τὸ δανείζεσθαι πολυσχιδές τι τοῖς ἀνθρώποις ἐστὶ κακὸν καὶ τῆς μυθικῆς ὕδρας τοῖς αὐτομάτοις γεννήμασίν ἐστι χαλεπώτερον, καὶ ἐν ταῖς καθ' ὕπνον φαντασίαις εὐλαβοῦ τὸ δανείζεσθαι· οὕτω γὰρ ἐλευθέρως τὰς ἡλιακὰς ἀκτῖνας προσβλέψειας καὶ τὸν ὑπὲρ γῆς ἀέρα λίαν προσηνῶς ἀναπνεύσειας.

17 Λόφων Πεδιάδι Μὴ ἵκοιτο ὥρας ὁ Λεύκιππος· κακὸν γὰρ ἡμῖν ἔτρεφε τὸ χωρίον θηρίον. περὶ τῶν ὅρων τοῦ λοφιδίου ἐμοὶ καὶ Σωστράτῳ συνεκεκρότητο δικαστήριον. ὁ δὲ Λεύκιππος ὅλος τὰς φρένας διέφθαρτο καὶ χρυσοῦν τὸ δικαστήριον θεάσασθαι ὠρέγετο· τοιοῦτον φιλόχρυσον πάθος κατεῖχε τὸν δύστηνον. τοῦτο καὶ Σώστρατος ἐπιγνοὺς χρυσῷ τὴν νίκην ὠνήσατο καὶ τὸν λαιμὸν τοῖς δώροις τοῦ Λευκίππου ἐπέβυσεν. ἡ παρθένος ∆ίκη διέφθαρται, καὶ χρυσὸς τοῖς ἀνθρώποις τὸ νικᾶν ταλαντεύεται. ἡ γὰρ ἰσόρροπος κρίσις ἀπόλωλε· δῶρα γὰρ μᾶλλον ἢ τὸ δίκαιον ἀξιόπιστον.

18 Ἐρωτύλος Ὑψιπύλῃ Ὀργῶσι καὶ φοίνικες ἔρωτι φυσικῷ, καὶ τοῦ θήλεος τὸ ἄρρεν ἐφίεται, καὶ περικυρτοῦται ὁ ἄρρην τῷ ἔρωτι καὶ τῇ κόμῃ τῆς ἐρωμένης προσπλέκεται. εἰ δὲ καὶ πόρρω τὸ θῆλυ τοῦ ἄρρενος ἔνεστι, ψῆνας ἐκ τῆς θηλείας ἀράμενοι τῷ ἄρρενι περιάπτουσι καὶ σοφίσματι ψυχαγωγοῦσι τούτου τὸν ἔρωτα. εἰ τοίνυν ἐπανήκειν θᾶττον οὐχ οἵα τε εἶ πρὸς ἡμᾶς, παρηγόρει μοι διὰ ζωγράφου τὸν ἔρωτα, καὶ πίναξιν ἡ γραφὴ φαντασίαν τῆς σῆς παρεχέτω μοι θέας· ἱκανὴ γὰρ καὶ δόκησις τοὺς ἄγαν ἐρῶντας σοφίσασθαι.

19 ∆ιογένης Χρύσῃ Πλούτου σε ταμίαν, οὐ δεσπότην χρημάτων εἶναί φημι· τοιαύτην γὰρ τὴν καταδίκην οἱ σοὶ κατὰ σοῦ προηνέγκαντο τρόποι. ἀγαθοῦ γὰρ μετέχειν τινὸς τὰς ἀνοσίους οὐ θέμις ψυχάς. κατόρυττε τοίνυν τὴν γῆν καὶ τὸν χρυσὸν περιφρούρει, τρισάθλιε· οὐ γὰρ σός, ἀλλὰ παρὰ σοὶ ὁ πλοῦτος εἶναι