1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

10

ἀδικοῦσι, θεοὶ μὴ κεκλήσθωσαν· εἰ δὲ τὴν προσηγορίαν οὐ ψεύδονται, ὀρθὰ δικαζέτωσαν καὶ τὰς ἀλγηδόνας ἐμοὶ κατὰ τὸ δίκαιον μεριζέτωσαν.

46 ∆ιογένης Ἀριστάρχῳ Κατέπληττε τὴν Μακεδονίαν Ἀλέξανδρος τῷ βουκεφάλῳ ἐποχούμενος ἵππῳ. τὸν δὲ ἵππον χαλινοῖς ἱστοροῦσι μὴ πείθεσθαι, μήτε δὲ χειροήθεσι κολακείαις μαλάττεσθαι· ἦν γὰρ ἀτιθάσευτον τὸ ζῷον καὶ τῷ θυμῷ τὸ εἶναι ἵππος ἀφῄρητο, καὶ κακόν τι ἀπρόσιτον ἦν καὶ τοῖς ἐντυγχάνουσι λίαν δυσάντητον. ὅτε τοίνυν ἐπιβάτην Ἀλέξανδρον ἐκληρώσατο, τὴν ἀπήνειαν ὥσπερ πραότητι συνεκέρασεν, ἀμειβόμενος τῇ κατηφείᾳ τὸ φρύαγμα· καὶ ἦν ἰδεῖν σώφρονα τὸν ἀκόλαστον. οὐ γὰρ Ἀλεξάνδρῳ θέμις ἦν ἀντιμάχεσθαι. ἔσο τοίνυν, Ἀρίσταρχε, καὶ σὺ τῆς τύχης ὑπήκοος· οὐ γὰρ Ἀλεξάνδρῳ, ἀλλὰ τῇ τύχῃ ὁ βουκέφαλος ἵππος ἐπείθετο.

47 Ποιμνίων Ἄρνωνι Τὰ τῶν προβάτων οὔθατα ὑπὸ τοῦ γάλακτος μέλλει μοι διαρρήγνυσθαι, καὶ κισσυβίων οὐκ οἶδ' ὅπως ἠπορήμεθα. διὸ δίδου μὲν αὐτὸς τὰ κισσύβια· ἐγὼ δέ σοι γάλα παρέξομαι, μεγάλοις δώροις μικρὰς ἀμειβόμενος χάριτας.

48 Χρυσογόνη Τερπάνδρῳ Μὴ μέμφου λοιδορουμένην τε καὶ ὑβρίζουσαν· οἱ γὰρ ποθοῦντες γλυκείας καὶ τὰς ὕβρεις προσφέρονται, καὶ πληγαῖς δὲ πολλάκις καὶ μώλωψιν ὡραΐζονται. εἰ δὲ δυσανασχετεῖς ὑβριζόμενος, οὐδὲ ῥόδον τρυγήσεις τὴν ἄκανθαν εὐλαβούμενος.

49 Λεωνίδης Περιάνδρῳ Ἠιδέσθη καὶ Πρίαμον ὁ τῆς Θέτιδος πρεσβευόμενον- καὶ πολιὰν γὰρ ἐχθρῶν ὁ τοῦ Πηλέως ᾐσχύνετο-καὶ δίδωσι τῷ πατρὶ τεθνηκότα τὸν παῖδα, δυστυχεστάτῳ φιλοτιμούμενος δώρῳ τὸν Πρίαμον. καὶ τοῦ μὲν τὴν τόλμαν τεθαύμακα, τοῦ δὲ τὴν φιλανθρωπίαν ἐπῄνεσα. γίνου μοι καὶ αὐτὸς Αἰακίδης, καὶ πολιᾶς προσίεσο δάκρυα, τὸν παῖδά μοι ζῶντα δωρούμενος. δυστυχοῦμεν γὰρ καὶ ἡμεῖς ὥσπερ καὶ Πρίαμος· οὐ γὰρ ἂν ὄντα σε πολέμιον ὑπὲρ παιδὸς ἐπρεσβεύσαμεν, δακρύοις, οὐ μέλανι, τὰ τῆς ἐπιστολῆς ἐγχαράξαντες γράμματα. ἀλλ' εἰ μὲν τῆς ἴσης καὶ σὺ φιλανθρωπίας ἐρᾷς ἐπιτεύξασθαι, προφθανέτω τὸ δῶρον τὴν αἴτησιν· εἰ δὲ μὴ λόγος παρὰ σοὶ βασιλεύει, ἀλλὰ θυμός τε καὶ λύπη τὰ πρεσβεῖα κεκλήρωται, πρὸς ὀλίγον μὲν εὐφρανθήσῃ, λυπηθήσῃ δὲ μειζόνως, ἀφιλοσόφου θυμοῦ μεγάλας καὶ τὰς ποινὰς εἰσπραττόμενος.

50 Καλάμων Σπείρωνι Εἰ γεωργὸς εἶναι βεβούλησαι, τῶν πολιτικῶν θορύβων ἀφίστασο. εἰ δὲ ῥήτορες παρὰ σοὶ καὶ δικαστήρια καὶ βήματα περισπούδαστα, τὴν δίκελλαν ἀφείς, καλαμῖδα καὶ χάρτας ἀράμενος ἐς κόρακας χώρει, γερόντιον. οὐ γὰρ συκοφάντας ἄνδρας καὶ τὸ "3ἄνδρες δικασταί"3 φθεγγομένους πυκνότερον ἡ τῶν γεωργῶν πολιτεία προσίεται.

51 Ῥοδόκλεια Ὑψιπύλῃ Τὸν Πειραιᾶ χθὲς τῇ νυκτὶ περιεπόλουν· καὶ τὸν σὸν ἐραστὴν μετὰ τῆς Χρυσίππης ἑώρακα, καὶ μειράκιον ἐδᾳδούχει, καὶ προπόμπιος ἡ φιλία γραῦς ὑπῆρχεν Ἀβρότονον. ὅτε δὲ τὴν προαγωγὸν προσεῖπον ἐγώ, ἀπέσβεσε τὴν δᾷδα ὁ παῖς· τοῦτο γὰρ ὁ σὸς ἐνεκελεύετο ἐραστής, ἵνα τῷ σκότῳ τὸ πραττόμενον διαλάθοι. οὐκοῦν μήτε ὀμνύντι μήτε κολακεύοντι πείθου· γλώττης γὰρ σόφισμα δεινότατόν ἐστιν ἑκάτερον.

52 Σωκράτης Κλέωνι Ὅταν οἱ λύκοι μεγάλης περιτύχωσι θήρας καὶ τῷ κόρῳ φιλοσοφήσωσιν ὥσπερ ἐγκράτειαν ἀσκοῦντες, ἀρνῶν ἔχουσι τὸ ἦθος, καὶ τὸ ἄγριον πρὸς τὸ φιλάνθρωπον μεταβάλλουσι, καὶ θαυμαστήν τινα δικαιοσύνην ὁ κόρος ἐκδιδάσκει τοὺς λύκους· μετὰ τῶν προβάτων συννέμονται μηδὲν τὸ ποίμνιον λυμαινόμενοι καὶ σπένδονται τοῖς ποιμέσι καὶ τὴν σωφροσύνην γεραίρουσιν, ἄχρις ἂν αὐτοῖς ἡ γαστὴρ ἀναπνεύσειεν. ἀλλὰ σὺ καὶ τῶν λύκων τὸν τρόπον ἀναιδέστερον κέκτησαι, καὶ μᾶλλον πλεονεκτικώτερον τὸ ἀκόλαστον ἔχεις, ὅταν ὁ χρυσὸς ὑπεραναβλύσῃ τῶν σῶν θησαυρῶν, ὥσπερ οἱ μέθυσοι. διψῶσι γὰρ ὅταν κορεσθῶσι