1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

τοῦ οἴνου, καὶ σοφίζονται τῇ μέθῃ μέθης ἐπίτασιν· διὰ γὰρ τὴν ἐς ἄκρον εὐεξίαν πρὸς τὴν ἐναντίαν διάθεσιν μεταπίπτουσι, περιγανοῦντος τοῦ οἴνου τοὺς οἰνόφλυγας καὶ ἐκκαίοντος. ἄπαγε τῆς ἀκολάστου μέθης, ἀκόλαστε, ἵνα μὴ πρὸς τὴν ἐναντίαν ῥοπὴν μεταχθῇς, ἀφαιρουμένης τῆς τύχης ἅπερ καὶ δέδωκε· τοιαύταις γὰρ τοὺς ἀχαρίστους ποιναῖς σωφρονίζεται.

53 Μίνθης Ῥίζωνι Ὁ ποταμὸς Χρύσασπις τοῦ γηδίου τοῦ ἡμετέρου μοῖραν ἐσύλησε καὶ τῷ σῷ ἀγρῷ προσεκύρωσε, μῶρόν τι ποιῶν καὶ ἠλίθιον· ἀλλοτρίοις γὰρ δώροις τὸ φιλότιμον ἐπαγγέλλεται. ἀλλ' εἰ μὲν δικαστηρίων φόρτον ἐπὶ τοῖς ὤμοις φέρειν οὐχ οἷός τε εἶ, δῶρα ποταμῶν μὴ προσίεσο· εἰ δὲ τῶν ἀλλοτρίων ἐρᾷς, μετ' οὐ πολὺ δακρύσεις τῶν ἰδίων στερούμενος καὶ ψήφοις διαιτητοῦ τιμωρούμενος.

54 Μήδεια Ἰάσωνι Οὐδὲν τοῖς ἀνθρώποις οὔτε περισπούδαστον οὕτως, οὔτε δὲ προσκορέστερον ἐρωτικῆς καθέστηκε σχέσεως. ποῦ σοι τῶν δακρύων τὰ ῥεῖθρα, ἃ τοῖς ἡμετέροις ποσὶν ἐπεκύμαινες; ποῦ σοι διέπτησαν τὰ μυρία γένη τῶν λόγων ἐκείνων τῶν τε ῥημάτων τὸ ὑφειμένον τε καὶ χαμαίζηλον; οἶμαι μήτε τοὺς δανειζομένους τοιούτοις πρὸς τοὺς δανειστὰς κεχρῆσθαι τοῖς ῥήμασι, μήτε τραυματίαν ταῖς τῶν πολεμίων ἁλόντα χερσίν. ἡ σύντονος ἀγρυπνία παρῴχηκε, τὰ ἑωθινὰ καταλέλοιπας ᾄσματα· παρώσω τὰς μυρίας πρεσβείας, τὰς σπονδὰς ἃς διὰ τῶν προαγωγῶν γυναίων ἐσπείσω μοι. πρὸς ἑτέραν ἄφνω παρθένον ὠλίσθησας, ὥσπερ οἱ καθεύδοντες ἀμέσως ἀφ' ἑτέρας πρὸς ἑτέραν ἐνυπνίων ὑπόθεσιν μεταβαίνοντες. ἐπαινῶ τοὺς ζωγράφους· ὑποπτέρους γὰρ τοὺς Ἔρωτας ἀναγράφουσι καὶ τέχνῃ διαμορφοῦσι τὰ πράγματα καὶ τοῖς πλάσμασι τὴν ἀλήθειαν τερατεύονται.

55 Παρμενίδης Χρυσοσθένει Τὸ μὲν ἐγρηγορέναι διὰ παντὸς ἀθανάτου φύσεως ἴδιον, ὑπνοῦν δὲ μετρίως τῶν καθ' ἡμᾶς ἐστιν, ὡς ἔοικε, καὶ ἀνθρώπινον· τὸ δὲ πέρα καθεύδειν τοῦ πρέποντος τοῖς τεθνηκόσι μᾶλλον ἤπερ τοῖς ζῶσιν ἁρμόδιον. τὰς πλείστας, Χρυσόσθενες, τῆς σῆς ζωῆς μοίρας ἀφῄρησαι· ἀεὶ γὰρ καθεύδεις, καὶ τῆς ἐνθάδε μεταβέβηκας λήξεως οἷά τις Ὀδυσσεύς, τῆς καθ' ἡμᾶς οἰκουμένης ἔξω πλανώμενος, ὠκεανῷ τινι τῷ ὕπνῳ νηχόμενος καὶ μήτε ἀνίσχοντα μήτε δυόμενον προσβλέπων τὸν ἥλιον.

56 ∆άφνων Αἰγείρῳ Αἱ συκαῖ σου πρὸς τὸ ἐμὸν γήδιον τὰς ῥίζας ἡπλώσαντο, ὑπὸ τὴν σὴν ἐξουσίαν ἔτι τελεῖν οὐκ ἐθέλουσαι, καὶ τὸ σὸν ἀφελόμεναι δίκαιον φιλοτιμοῦνταί μοι τὰ κυήματα· τοῖς ἐμοῖς γὰρ ηὐτομόλησαν ὅροις. καὶ τοῦτο νόμος ἐστὶ γεωργοῖς· καὶ γεγηρακόσι νόμοις πείθου, γερόντιον. εἰ δὲ τοῖς παρ' ἡμῖν ἔθεσιν ἀντιφθέγγεσθαι θέλεις, ὡς καινὸν ὄντα σε νομοθέτην καὶ πρόσφατον τῶν γεωργικῶν συλλόγων ἐκβάλλομεν καὶ τῶν ἡμετέρων ὅρων ἐξοστρακίζομεν ὡς ἀλλότριον.

57 Πυρρίας Φιλωνίδῃ Εἰ ἐρᾷς, μὴ κατηγόρει τῆς ἐρωμένης ἀπρέπειαν. οὐ δύναται γὰρ μὴ τυφλώττειν ἐρῶσα ψυχή· ἀήττητος γὰρ ἡ τῶν ἐρώντων προσπάθεια. εἰ δὲ οὐκ ἐρᾷς, τί δακρύεις καὶ στένεις, καὶ κλύδωνα σαυτῷ προσφέρεις αὐθαίρετον; ἀδικεῖς οὖν ἑκάτερον, ποτὲ μὲν ὡς ἐραστὴς ἐφιέμενος, ποτὲ δὲ ὡς ἀνταγωνιστὴς βδελυττόμενος.

58 ∆αμάσκιος Ἀντιγόνῳ Εἰ μὴ βίου Σωκράτης ἐνέχυρα κέκτηται, παιδαγωγὸς τοῦ σοῦ μὴ προχειριζέσθω παιδός. ἐνέχυρα δὲ βίου παῖδες νοείσθωσαν· ὃν γὰρ εἶναι πατέρα φύσις ἐδίδαξε, τοῦτον καὶ παιδαγωγεῖν ἐστιν ἀξιόπιστον, πείρᾳ μαθόντα καὶ γεννήσεως σχέσιν καὶ στοργῆς ἀλγηδόνας.

59 Κηπίας Κοριάννῳ Συνέριθος ἔσο μοι μεσημβρίας ὥρᾳ, Κορίαννε· αἱμασιᾷ γὰρ τὸν ἀγρὸν περιφράξαιμι. κακοὺς γὰρ τοὺς ὁδίτας κεκτήμεθα· οὐχ οἷός τέ εἰμι καὶ ζῴοις ἀλόγοις καὶ τοῖς ἀνθρώποις συμπλέκεσθαι. ὁ λαγὼς τὰς ἀμπέλους, ἡ δὲ κάμπη