1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

ἤλεγξε τὴν ἀμορφίαν ἡ γλαὺξ καὶ τὸν ἐπίπλαστον κόσμον ἐδείκνυε· τὸ γὰρ οἰκεῖον ἐπιγνοῦσα πτερὸν ὡς ἴδιον ἀφείλετο καὶ τοῖς ἄλλοις ὀρνέοις ἐδίδου παράδειγμα ἕκαστον ἀφαιρεῖσθαι τὸ ἴδιον. καὶ γέγονεν αὖθις ὁ κολοιὸς κολοιός. Ὁ μῦθος οὗτος, ὦ Χρύσιππε, καθάπερ ὕπαρ τὴν ἀλήθειαν φθέγγεται, πολλὴν σωφροσύνην ἡμῖν διηγούμενος. οὕτω γὰρ καὶ οἱ ἄνθρωποι οὐδὲν τῶν τῇδε κεκτήμεθα ἴδιον, ἀλλὰ ζῶντες μὲν πρὸς ὀλίγον ἐπιπλάστῳ σεμνυνόμεθα κόσμῳ, τεθνηκότες δὲ ἀφῃρήμεθα ἅπερ οὐκ ἔστιν ἡμέτερα. ὑπερόρα τοίνυν καὶ χρημάτων καὶ σώματος, ἀθανάτου δὲ πράγματος ἐπιμελοῦ, τῆς ψυχῆς· τὸ μὲν γὰρ ἀίδιον καὶ ἀθάνατον, τὰ δὲ θνητὰ καὶ πρὸς ὀλίγον ἐστὶν ἡμέτερα.

35 Μυρωνίδης Μόσχωνι Τὸν ἀροτῆρα βοῦν κέχρηκα τῷ Τυκανίᾳ· οὐ γὰρ ἦν αὐτῷ τοῦ ζεύγους τὸ ἕτερον. ἐπηγγείλατο δὲ καὶ ὁ Τυκανίας τὸν ἑαυτοῦ μοι ταῦρον παρέχεσθαι. βοὸς γὰρ ἐλειπόμην κἀγώ· ὁ γὰρ θαυμαστός μοι ταῦρος ἀπόλωλεν, ὁπότε ὁ χαλεπὸς ἐκεῖνος λοιμὸς τοῖς θρέμμασιν ἐνεδήμησεν. ὁ δὲ καλὸς Τυκανίας τὰς συνθήκας διέλυσε, καὶ μέχρι ὅτου ὁ σκοπὸς αὐτῷ διηνύετο στέργειν ἐδόκει τὰ δόξαντα. ἐγὼ δὲ τὴν τύραννον †ἄντλην† θρηνῶ· οὐ γὰρ ἀροτῆρας βόας κεκτήμεθα, ὁ δὲ καιρὸς τῶν ἀρότρων ἤδη που καὶ παρῴχηκε. δικαστήριον τοίνυν τῷ Τυκανίᾳ ὁπλίσομαι, καὶ δικαστὰς ἅπαν τὸ χωρίον προστήσομαι. καὶ τῆς ἀπάτης ἐκεῖνος δίκας ὑφέξεται, καὶ κακίας πείσομεν τοὺς ἀκολάστους ἀπέχεσθαι, ἑνὸς ἀνθρώπου φθορὰν σωφροσύνης διδάσκαλον ἔχοντας.

36 Ἀντίγονος Λυσιστράτῳ Παίζουσι τοὺς ἀνθρώπους οἱ Ἔρωτες καὶ δουλαγωγοῦσι τοὺς ὑπὸ σελήνην παῖδες ὑπόπτεροι, ἵνα τι καὶ τοῖς ζωγράφοις πεισθῶμεν. εἴθε γὰρ ἦν τὸ πολέμιον ὁρᾶν· οὕτω γὰρ βάλλοντες ἐβάλλοντο καὶ οἱ Ἔρωτες. ἀλλ' αὐτὸ τοῦτο ἠδικήμεθα πλέον, ὅτι καὶ τοὺς ἐχθροὺς ἠγνοήκαμεν ὁποῖοι τὴν φύσιν ὄντες τυγχάνουσιν. οἵῳ γὰρ ἀλογίστῳ πάθει συμπέπλεγμαι· Μελανίππην, ∆ιοδώρου ἀπόγονον, ἐκτόπως ποθῶ, μήτε ὄναρ ποτὲ τὸ γύναιον θεασάμενος, ἀλλὰ μόνον ἀκούσας ὑπό τινος ᾄδειν αὐτὴν θαυμαστῶς. καὶ βέβλημαι τὴν ψυχήν, μηδὲν ἐκ τῶν ὀφθαλμῶν ἀδικούμενος, ὅπερ εἴωθα πάσχειν, Λυσίστρατε· νῦν δὲ γεγόνασί μοι ὀφθαλμοὶ καὶ τὰ ὦτα. τοσαῦτα φύσις Ἐρώτων δεδύνηται. εἴτε οὖν φρῦνός ἐστι τὴν θέαν ἠγνόηκα, ἢ καὶ φαντασία τίς ἐστι τὸ λεχθὲν οὐκ ἐπίσταμαι· οὐ γὰρ εἷς μάρτυς ἀξιόχρεως πρὸς ἀλήθειαν. ἀλγῶ δὲ ὅμως τὴν ψυχήν, καὶ τῆς οὐχ ὁρωμένης ἐρῶ, καὶ Πανικῆς μετειληφέναι μανίας δοκῶ· κἀκείνῳ ἀθέατον ἦν τὸ ποθούμενον, καὶ δόκησις μόνη τῶν ζητουμένων εἶχε τὴν ὕπαρξιν.

37 Εὐρυβιάδης Κίμωνι Ἐπαγγέλλῃ πολλὰ καὶ πράττεις ὀλίγα, καὶ τὴν γλῶτταν ἔχεις ὑψηλοτέραν τῆς πράξεως. ἀλλ' εἰ μὲν ῥημάτων κομψότης τεθαύμασται παρὰ σοί, οἱ ζωγράφοι τῆς σῆς δυνατώτεροι γλώττης, τοσαῦτα πλαστουργοῦντες τοῖς πίναξιν ὅσα πράττειν ἡ φύσις οὐ δύναται. εἰ δὲ καὶ χαίρειν δοκεῖς ὑποσχέσεσι τοὺς ἀκούοντας, πρὸς ὀλίγον μὲν εὐφραίνεις, ἀνιᾷς δὲ μετ' οὐ πολὺ χαλεπώτερον. ἐπεὶ καὶ τῶν ἐνυπνίων τὰ κάλλιστα οὐ τοσοῦτον ἡμᾶς εὐφραίνει καθεύδοντας, ὅσον ἐγρηγορότας ἐλύπησε· αἱ γὰρ ἐλπίδες μετὰ τοῦ ὕπνου εὐθὺς συνανίπτανται. σύμφωνα δῆτα τῇ γλώττῃ τὰ πράγματα κέκτησο, ἵνα μὴ καὶ φίλοις ἀπεχθήσῃ ψευδόμενος καὶ τοῖς ἐχθροῖς ὑπόθεσιν ψόγου πορίσειας ὡς ἀληθείας ὑπάρχων ἀμέτοχος.

38 Τεττίγων Ὀρτύγωνι Τί δῆτα, τρισάθλιε, τὴν ἐσθῆτα διήλλαξας καὶ τοὺς πέρδικας ἐξεπέτασας; οἶνός σοι γέγονε τὸ κακόν· οἴνῳ καὶ τοῦ Κύκλωπος τὸν ὀφθαλμὸν ὠνήσασθαι τὸν Ὀδυσσέα φασί. διὸ εἰ μὴ συναθροίσειας, Ὀρτύγων, τοὺς ὄρνιθας, σὺν σοὶ κατακρημνίσαιμι ἑαυτόν. καὶ παῖδα γὰρ ἀκόλαστον ζῆν χαλεπὸν καὶ τάφον πρὸ τοῦ πατρὸς υἱὸν σφετερίσασθαι καὶ λίαν ἐστὶ δυσφορώτατον.