1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

5

πεπίστευται. τοῦ Φρυγὸς γὰρ Μίδου τὴν κακίαν ζηλώσας λιμώττων πλουτεῖς, βρόχοις ὥσπερ χρυσοῖς ἀπαγχόμενος. Χλοάζων Μήκωνι Ἀχράδας χθές, Μήκων, πέπομφα τῇ ποθουμένῃ· ἡ δὲ τὴν κρόκην ἀπέρριψε καὶ τῆς ἱστουργίας εὐθὺς ἐξανίστατο, καὶ λαβοῦσα τὰ δῶρα τοῖς χοίροις διένειμε, καὶ τὸν πρέσβιν ὡς ἀπαίσιον ἄγγελον ἀπεπέμψατο. ἐγὼ δὲ κλάω· φοβερὸς γὰρ ὁ ἔρως ἡμᾶς ἀδικῶν, ἀπρεποῦς κόρης ἐρᾶν βιαζόμενος. τυφλώττουσι Τύχη καὶ Ἔρωτες, οἱ μὲν τὰς ἀλγηδόνας, ἡ δὲ τὴν εὐδαιμονίαν εἰκῆ καὶ ὡς ἔτυχε παρεχομένη.

21 Περδικία Ῥοδόπῃ Ἄιδεις ἀμούσως καὶ λυπεῖς, οὐ τέρπεις, τοὺς ἐραστάς· τραγῳδίαν γὰρ ἀναμινύρῃ, οὐ θελκτήριον ᾠδὴν τοῖς ἀκούουσι. καὶ δακρύουσιν οἱ ἐρασταὶ ἀνιώμενοι· σώφρονας γὰρ αὐτοὺς ἀντὶ λάγνων τὰ σὰ διδάσκουσιν ᾄσματα· οὐ γὰρ ἐπαγωγὸν τὴν μελῳδίαν πεποίησαι. φεῖσαι τοίνυν, πρὸς θεῶν, ἀνιωμένων ἡμῶν· οὐ γὰρ αὐλητρίς, ἀλλὰ θρηνήτρια τοῖς θεαταῖς εἶναι δοκεῖς. καὶ κηρῷ τὰ ὦτα πάντες ἐμφράξαιμεν, εἰ μελῳδίαν ἀσκήσειας· Σειρήνων γὰρ μᾶλλον ἢ Μουσῶν ὀδυρομένων ἀκούσαιμεν.

22 Ἀντισθένης Περικλεῖ Ὁ Φιλίππου παῖς Ἀλέξανδρος ἐπὶ ταῖς εὐτυχίαις οὐδαμῶς ἐτετύφωτο, ἀλλ' ἐφιλοσόφει τὰ τῆς τύχης φυσήματα μεγίσταις εὐφημίαις οὐκ εἰωθὼς δελεάζεσθαι. διά τοι τοῦτο ἐν τῇ τοῦ πολέμου ῥοπῇ θεασάμενος πεπτωκότα ∆αρεῖον τῇ χλαμύδι τὸν ἐχθρὸν περιέσκεπεν, ἀρετῆς καὶ τύχης ἐνδεικνύμενος τὴν εὐγένειαν. ἐντεῦθεν ἐλοιδόρει τὸν Ἀλέξανδρον τὸ ὑπήκοον, καὶ ἦν ἔγκλημα τῷ βασιλεῖ ἡ εὐσέβεια. ὁ μὲν οὖν Ἀλέξανδρος ἅτε δὴ φιλόσοφος ὢν ἐδεδοίκει τὸ τῆς τύχης, ὡς ἔοικεν, ἄδηλον· διὸ καὶ πλείστων αὐτῷ ἀγγελθέντων ὑφ' ἓν εὐτυχημάτων ἔφη· "3ὦ Ζεῦ, μῖξόν τι τοῖς ἀγαθοῖς καὶ δυστύχημα"3. οὕτως εὐλαβεῖτο τὰς εἰς ἄκρον εὐεξίας ἐμφρονέστατα ὁ Ἀλέξανδρος. εἰ μὲν οὖν γειτνιῶσαν ταῖς τροπαῖς τὴν φύσιν ἠγνόησας, μετ' οὐ πολὺ τὴν πεῖραν ὄψει διδάσκαλον, καὶ τῆς γνώσεως ἕξεις πρεσβύτερα τὰ μαθήματα· εἰ δὲ τυφλώττεις ἑκών, χαλεπωτέρας τῆς ποινῆς ἐπιτεύξῃ πλημμελημάτων καὶ γνώσεως εἰσπραττόμενος δίκας.

23 Ἀσταχύων Μύλωνι Τὸν ἀγρὸν τοῦ κωνείου ἐκκάθαρον· τὰς ἐμὰς γὰρ ἐλυμήνω μελίττας. μὴ πάρεχε, πρὸς θεῶν, πράγματα ἀνδρὶ γεωργῷ. οὐδὲν κηφήνων ἡμῖν διενήνοχας. τί δῆτα χαλεπαίνεις ἀλόγως τῷ γείτονι; εἰ μὴ τῆς κακίας ἀποσταίης, παμπόνηρε, τὴν σὴν ἀκολασίαν ταῖς ἐμαῖς ἐπιγράψαιμι θύραις, καὶ τοῖς ἀγρογείτοσι τὴν ἀδικίαν ἐνδείξαιμι, ἵνα σε πάντες ὥσπερ τι κακὸν δυσάντητον ἀποφεύξωνται.

24 Τελέσιλλα Λαΐδι Οὔτε φλέβα χρυσοῦ μεταλλουργοὶ ἀνιχνεύοντες οὔτε φρεωρύχοι τὰ τῆς γῆς ἐρεβοδιφῶντες ἀπόρρητα, ὀφθαλμοὺς ὑδάτων ἀναζητοῦντες θεάσασθαι, οὕτω περὶ τὴν ἑαυτῶν ἐσπουδάκασι τέχνην, ὡς ἐγὼ τὴν πόλιν ἐσκινδαλάμιζον ἅπασαν, εἴ που τὸν Ἀγησίλαον ἦν μοι θεάσασθαι. πότον γὰρ αὐτῷ πεποιηκέναι τὴν μαινάδα Λευκίππην ἀκήκοα, καὶ ῥαγδαῖος σκηπτὸς ἡμῖν ἐνεδήμησε, καὶ τὸ πάθος ἀπαρηγόρητα φλεγμαίνει μοι δάκρυα. διὸ τῆς τραγῳδίας συνέριθος ἔσομαι· οὐ γὰρ ἀνίσχοντα λοιπὸν τὸν ἥλιον θεασόμεθα. οὕτω καὶ Μηδείας καὶ Φαίδρας φοβερωτέρα γενήσομαι.

25 Σωσίπατρος Ἀξιόχῳ Τὸν ἀδελφὸν ἔναγχός σε θάψαι φασί, καὶ λίαν ἐπὶ τῷ πάθει ἀπαρηγόρητα δυσφορεῖν. καὶ πῶς σε φιλόσοφον ἄνδρα θαυμάσαιμι ὑπὸ πάθους ἐπὶ τοσοῦτον νικώμενον; ὕπνος τίς ἐστιν ὁ παρ' ἡμῖν περιθρυλλούμενος θάνατος, τοῦ μὲν συνήθους τούτου μακρότερος, πρὸς δὲ τὴν μέλλουσαν ἡμέραν βραχύτατος. ἐπὶ μακρὰν ἀποδημίαν οἱ τεθνηκότες ἐστάλησαν· οὐκ ἐπὶ πολὺ τούτων ἡμῖν ὁ χωρισμός· καρτέρησον τὴν διάζευξιν ἀναμένων αὖθις τὴν ἕνωσιν. μὴ πάθῃς τι φιλοσωμάτου ψυχῆς, ἐπεὶ καὶ Πλωτῖνος ἐῴκει αἰσχυνομένῳ ὅτιπερ ἐν σώματι ἦν· οὕτως ἐλύπει τὸν φιλόσοφον τὸ θνητὸν τουτὶ περισκήνιον. στῆσόν μοι μέχρι τούτου