1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

1

Doctrina ad Antiochum ducem

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ∆ιδασκαλίαι πρὸς Ἀντίοχον τὸν ἄρχοντα.

1.1 Ἐλθὼν πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Ἀθανάσιον δούξ τις ὀνόματι

Ἀντίοχος ἐν δεινῇ ἀρρωστίᾳ κατ εχόμενος παρεκάλει εὔχεσθαι ὑπὲρ αὐτοῦ πρὸς τὸν κύ ριον, μετανοῶν ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτοῦ. καὶ παρα καλέσαντος τοῦ ἐπισκόπου τὸν φιλάνθρωπον θεὸν ὑγιὴς γέγονεν. καὶ δὴ ἔρχεται φέρων μεθ' ἑαυτοῦ τὰ ὑπάρ χοντα αὐτοῦ καὶ τίθησιν παρὰ τοὺς πόδας τοῦ ἐπισκόπου, παρακαλῶν αὐτὸν δοθῆναι αὐτὰ τοῖς πτωχοῖς, αὐτὸν δὲ λαβόντα τὸ ἅγιον σχῆμα παρὰ ἁγίου ἀν δρὸς τὸν ἐνάρετον καὶ μονήρη βίον πολιτεύσασθαι· ὅπερ τῇ τοῦ θεοῦ χάριτι ἐποίησεν ὁ ἐπίσκοπος. τότε λέγει τῷ ἐπισκόπῳ ὁ δοὺξ Ἀντίοχος "Ἔδει με ἀφ' οὗ ἐβαπτίσθην φυλάξαι τὴν πίστιν καὶ μὴ μολῦναι τὸ βά πτισμα· ἀλλ' ἐπειδὴ ἡ ἀφροσύνη μεγάλα ἐν ἐμοὶ εἰρ γάσατο ἀνομήματα, παρακαλῶ τὴν σὴν ἁγιωσύνην δι δάξαι με καὶ κατηχῆσαι τίνων ἀπὸ τοῦ νῦν πραγμάτων καὶ ἔργων καὶ λογισμῶν ἐγκρατεύσομαι". Τότε ὁ ἐπίσκοπος ποιήσας εὐχὴν καὶ καθίσας ἐδίδασκεν αὐτὸν ἐν πνεύματι ἁγίῳ μίαν ἑκάστην ἐντο λὴν τῶν διδαγμάτων τοῦ Χριστοῦ πληρῶσαι. ἄρχεται οὖν λέγειν αὐτῷ "Χρὴ τὸν ἐπὶ τὴν ἀκηλίδωτον ἀρετὴν ἐρχόμενον καὶ σεμνὸν βίον πολιτευόμενον καὶ ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν μετανοοῦντα πρὸ πάντων πι στεῦσαι εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονεγενῆ, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ τὰ ἑξῆς. εἷς θεὸς μόνος πάντα χωρῶν, μόνος δὲ ἀχώρητος ὢν καὶ ὃς πάντα δύναται, ἀδυνατεῖ δὲ παρ' αὐτοῦ οὐδέν. ἐὰν οὖν ἐξ ὅλης τῆς καρδίας σου πιστεύσῃς καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ φοβηθεὶς αὐτὸν ἐγκρατεύσῃ ὧν λέγω σοι, καὶ εἰσακουσθήσεταί σου ἡ δέησις καὶ πιστεύσας λήψῃ παρ' αὐτοῦ τὴν βοήθειαν καὶ νίκην σωτηρίας εἰς τοὺς αἰῶνας".

1.2 Καὶ ἀναστάντες ηὔξαντο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ "Ἁπλότητα ἔχε καὶ ἄκακος γίνου, καὶ ἔσῃ ὡς τὰ νήπια μὴ γινώσκοντα πονηρίαν τὴν ἀπόλλουσαν τὸ γένος τῶν ἀνθρώπων. καὶ πρῶτον μὲν μηδενὸς καταλάλει μηδὲ ἡδέως ἄκουε καταλαλούντων· εἰ δὲ μὴ, καὶ σὺ ἀκούων ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλα λοῦντος. πονηρὸν γὰρ πνεῦμά ἐστιν ἡ καταλαλιὰ καὶ ἀκατάστατον δαιμόνιον μήποτε εἰρηνεῦον, ἀλλὰ πάντοτε ἐν διχοστασίαις κατοικοῦν. ἄπεχε οὖν ἀπ' αὐτοῦ, καὶ εἰρήνην πάντοτε ἕξεις μετὰ πάντων, ἔνδυσαι δὲ τὴν ἁπλότητα καὶ τὴν σεμνότητα, ἐν οἷς οὐδὲν πρόσκομμά ἐστιν πονηρὸν, ἀλλὰ πάντα ὁμαλὰ καὶ ἱλαρὰ, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας".

1.3 Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ "Ἄκουε καὶ ταύτην τὴν τρίτην ἐντολήν· ἀλήθειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκ πορευέσθω, ἵνα τὸ πνεῦμα τοῦ θεοῦ κατοικῇ ἐν σοί. οἱ γὰρ ψευδόμενοι ἀθετοῦσιν τὸν κύριον. ἔλαβον γὰρ πνεῦμα ἀληθείας καὶ ἐγένοντο ἀλλότριοι τοῦ ἀληθινοῦ πνεύματος. ὅρκον δὲ δικαίως ἀδίκως φεῦγε, καὶ ἡ ἀλήθεια εἰσάξει σε εἰς τὴν ζωὴν τὴν αἰώνιον".

1.4 Καὶ ἀναστάντες ηὔξαντο, καὶ εὐξαμένων αὐτῶν καθεσθεὶς ὁ ἐπίσκοπος λέγει αὐτῷ "Ἄκουε καὶ τῆς τετάρτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μὴ ἀνα βαινέτω εἰς τὴν καρδίαν σου περὶ γυναικὸς ἀλλοτρίας ἢ περὶ πορνείας. εἰ δέ τις ἐργάζεται τὸ ἔργον τοῦτο τὸ πονηρὸν, θάνατον ἑαυτῷ κατεργάζεται. βλέπε οὖν, ἀπέχου ἀπὸ τῆς ἐνθυμήσεως ταύτης. ὅπου γὰρ σεμνό της καὶ ἁγνεία κατοικεῖ, ἐκεῖ