1
Onomasticon
Εὐσεβίου τοῦ Παμφίλου ἐπισκόπου. Καισαρείας τῆς Παλαιστίνης περὶ τῶν τοπικῶν ὀνομάτων τῶν ἐν τῇ θείᾳ γραφῇ.
Ὥσπερ ἐν προοιμίῳ τῆς ὑπὸ σοῦ προτεθείσης ὑποθέσεως, ἱερὲ τοῦ θεοῦ ἄνθρωπε Παυλῖνε, ἐν τῷ πρὸ τούτου τὰς ἐπηγγελμένας ὑποθέσεις ἀποδούς, καὶ πρῶτα μὲν τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν ἐπὶ τὴν Ἑλλάδα φωνὴν μεταβαλὼν τὰς ἐν τῇ θείᾳ γραφῇ κειμένας Ἑβραίοις ὀνόμασι προσρήσεις, ἔπειτα τῆς πάλαι Ἰουδαίας ἀπὸ πάσης βίβλου καταγραφὴν πεποιημένος, καὶ τὰς ἐν αὐτῇ τῶν δώδεκα φυλῶν διαιρῶν κληρουχίας, καὶ ἐπὶ τούτοις ὡς ἐν γραφῆς τύπῳ τῆς πάλαι διαβοήτου μητροπόλεως αὐτῶν, λέγω δὴ τὴν Ἱερουσαλήμ, τοῦ τε ἐν αὐτῇ ἱεροῦ τὴν εἰκόνα διαχαράξας μετὰ παραθέσεως τῶν εἰς τοὺς τόπους ὑπομνημάτων, ἑξῆς ἐν τούτῳ καὶ ἀκολούθως ἐκείνοις ὡς ἂν εἰς τὸ χρήσιμον τῆς ὅλης ὑποθέσεως προηυτρεπισμένοις τὴν σὴν ἐπισυνάψω πρόθεσιν, τῶν ἐπὶ τῆς θείας φερομένων γραφῆς πατρίῳ γλώττῃ πόλεων καὶ κωμῶν τὰς σημασίας ποίας τε χώρας εἶεν καὶ ὅπως αὐτὰς οἱ καθ' ἡμᾶς ὀνομάζουσιν, εἴτε τοῖς παλαιοῖς ὁμοίως εἴτε καὶ ἑτέρως μεταβάλλοντες, ἐκθέμενος. ἀπὸ πάσης μὲν οὖν τῆς θεοπνεύστου γραφῆς ἀναλέξω τὰ ζητούμενα, ἐκθήσομαι δὲ κατὰ στοιχεῖον ἕκαστα εἰς εὐχερῆ κατάληψιν τῶν σποράδην ἐν τοῖς ἀναγνώσμασιν ὑποπιπτόντων. Στοιχεῖον Α. Γενέσεως. Ἀραράτ ̣Gen 8, 4 ̣. ἡ Ἀρμενία· ἐν ὄρεσιν Ἀραρὰτ ἡ κιβωτὸς καθίσαι λέγεται, καί φασιν εἰς δεῦρο δείκνυσθαι ἐπὶ τῶν ὀρέων Ἀρ 4 μενίας λείψανα τῆς κιβωτοῦ. μέμνηται καὶ Ἱερεμίας τῆς Ἀραρὰτ ἐν τῇ κατὰ Βαβυλῶνος ὁράσει. καὶ Ἰώσιππος δὲ ἐν τῇ πρώτῃ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας τὰ περὶ τὸν τόπον ἱστορῶν παρατίθεται καὶ ἀπὸ τῶν ἔξω μάρτυρας, ὧδε ῥήμασιν αὐτοῖς γράφων· «μαθὼν» δὲ Νῶε «ἀπηλλαγμένην τὴν γῆν τοῦ κατακλυσμοῦ, μείνας ἄλλας ἑπτὰ ἡμέρας τά τε ζῷα τῆς λάρνακος ἐξαφίησιν, αὐτός τε μετὰ τῆς γενεᾶς προελθὼν καὶ θύσας τῷ θεῷ συνευωχεῖτο τοῖς οἰκείοις. ἀποβατήριον μέντοι τὸν τόπον τοῦτον Ἀρμένιοι καλοῦσιν. ἐκεῖ γὰρ ἀνασωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς οἱ περιχώριοι τὰ λείψανα δεικνύουσιν. τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστὶ καὶ Βήρωσος ὁ Χαλδαῖος. διηγούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτω που διέξεισιν· λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τι εἶναι, καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας. χρῶνται δὲ μάλιστα οἱ ἄνθρωποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς. μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος, ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους. καὶ Νικόλαος δὲ ὁ ∆αμασκηνὸς ἐν τῇ ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν λέγων οὕτως· ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν, Βάρις λεγόμενον, ἐφ' ὃ πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι, καὶ τινὰ ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι, καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. γένοιτο δ' ἂν οὗτος, ὅντινα καὶ Μωϋσῆς ἀνέγραψεν ὁ Ἰουδαίων νομοθέτης». Ἀχάδ ̣Gen 10, 10 ̣. πόλις βασιλείας Νεβρὼδ ἐν Βαβυλῶνι. Ἀγγαί ̣Gen 12, 8 ̣. κατὰ δυσμὰς Βαιθήλ. διεστήκασιν ἀλλήλων οὐ πλεῖστον. κεῖται δὲ ἡ Βαιθὴλ ἀπιόντων εἰς Αἰλίαν ἀπὸ Νέας 6 πόλεως ἐν λαιοῖς τῆς ὁδοῦ ἀμφὶ τὸ δωδέκατον Αἰλίας σημεῖον. καὶ ἡ μὲν Βαιθὴλ εἰς ἔτι νῦν μένει, ἡ δὲ Ἀγγαὶ τόπος ἔρημος αὐτὸ μόνον δείκνυται. καλεῖ δὲ αὐτὴν καὶ Γαὶ ἡ γραφή. Ἀσταρὼθ Καρναείν ̣Gen 14, 5̣. χώρα γιγάντων ὑπὲρ τὴν Σοδομῖτιν, οὓς κατέκοψεν Χοδολλαγόμωρ. καί εἰσιν εἰς ἔτι νῦν δύο κῶμαι ἐπὶ τῆς Βαταναίας τῆς καὶ Βατολούας ἀλλήλων