1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

1

Apologetica

ΛΟΓΟΣ Βʹ.

Τοῦ αὐτοῦ ἀπολογητικὸς τῆς εἰς τὸν Πόντον φυ γῆς ἕνεκεν, καὶ αὖθις ἐπανόδου ἐκεῖθεν, με τὰ τὴν τοῦ πρεσβυτέρου χειροτονίαν, ἐν ᾧ τί τὸ

τῆς ἱερωσύνης ἐπάγγελμα. Αʹ· Ἥττημαι, καὶ τὴν ἧτταν ὁμολογῶ· ὑπ ετάγην τῷ Κυρίῳ, καὶ ἱκέτευσα αὐτόν· ὁ γάρ μοι μακαριώτατος ∆αβὶδ ἀρχέτω τοῦ λόγου· μᾶλλον δὲ ὁ ἐν τῷ ∆αβὶδ φθεγξάμενος, καὶ εἰσέτι καὶ νῦν δι' αὐτοῦ φθεγγόμενος. Ἐπειδὴ καὶ τάξις ἀρίστη παντὸς ἀρχομένῳ καὶ λόγου καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀναπαύε σθαι. Τὸ δὲ αἴτιον ἢ τῆς πρωτοῦ στάσεως καὶ ὀλιγοψυχίας, δι' ἣν ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἀφ' ὑμῶν χρόνον οὐ μικρὸν ἴσως τοῖς γε πο θοῦσιν, ἢ τῆς νῦν ἡμερότητος καὶ μεταβολῆς, δι' ἣν αὖθις ἐμαυτὸν ἔδωκα φέρων ὑμῖν, ἄλλος μὲν ἄλ λο τι οἰέσθω τε καὶ λεγέτω τῶν ἢ μισούντων ἢ ἀγα πώντων ἡμᾶς· ὁ μὲν οὐκ ἀφιεὶς αἰτίας, ὁ δὲ καὶ προσαποδεχόμενος· οὐδὲν γὰρ οὕτως ἡδὺ τοῖς ἀνθρώποις ὡς τὸ λαλεῖν τὰ ἀλλότρια, καὶ μάλιστα ἐὰν τύχωσιν ὑπ' εὐνοίας τινὸς ἢ μίσους ἑλκόμενοι, ὑφ' ὧν καὶ φιλεῖ κλέπτεσθαι ὡς τὰ πολλὰ ἡ ἀλήθεια. Ἐγὼ δὲ τἀληθὲς εἰς μέσον θήσω, μηδὲν αἰσχυν θεὶς, καὶ διαιτήσω δικαίως ἀμφοτέροις τοῖς μέρεσιν, ὅσοι τε κατηγοροῦσιν ἡμῶν, καὶ ὅσοι ὑπεραπολογοῦν ται προθύμως· τὸ μέν τι κατηγορήσας ἐμαυτοῦ, τὸ δὲ ὑπεραπολογησάμενος. 35.409

Βʹ. Καὶ ἵνα γε καθ' ὁδὸν ὁ λόγος ἡμῖν προΐῃ, περὶ τῆς δειλίας προτέρας οὔσης καὶ διαλέξομαι· οὐδὲ γὰρ ἀνέχομαι πλήττεσθαί τινας ἐν ἐμοὶ τῶν πάντα τη ρούντων ἐπιμελῶς τὰ ἡμέτερα, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα· ἐπειδή τι τὸ καθ' ἡμᾶς εἶναι Χριστιανοῖς εὐ δόκησεν ὁ Θεὸς, καὶ τοὺς ἤδη πεπληγότας, εἴ περ τινὲς εἰσὶ, διὰ τῆς ἀπολογίας ἰάσομαι· καλὸν γὰρ μήτε ἁμαρτάνοντα, μήτε ὑπονοούμενον, ἕως ἂν οἷόν τε ᾖ, καὶ ὁ λόγος αἱρῇ, τιθέναι πρόσκομμα τοῖς πολλοῖς ἢ σκάνδαλον· εἴπερ καὶ τοῖς ἕνα τῶν μικρῶν σκανδαλίσασιν ἴσμεν ὅπως ἀπαραίτητος καὶ βαρυτά τη παρὰ τοῦ ἀψευδοῦς ἡ τιμωρία.

Γʹ. Ἐγὼ γὰρ ἔπαθον τοῦτο, ὦ ἄνδρες, οὔτε ὡς ἀπαίδευτος καὶ ἀσύνετος, ἀλλὰ μᾶλλον, ἵνα καὶ μικρόν τι καυχήσωμαι, οὔτε ὡς ὑπερόπτης τῶν θείων νόμων καὶ διατάξεων. Ὅτι καθάπερ ἐν σώματι τὸ μέν τι ἄρχον ἐστὶ καὶ οἷον προκαθεζόμενον, τὸ δὲ ἀρχόμενον καὶ ἀγόμενον· οὕτω κἀν ταῖς Ἐκκλη σίαις διέταξεν ὁ Θεὸς ἰσότητος νόμῳ τῆς ἐχούσης τὸ κατ' ἀξίαν, ἢ καὶ προνοίας, ᾗ τὰ πάντα συνέδησε, τοὺς μὲν ποιμαίνεσθαί τε καὶ ἄρχε σθαι, ὅσοις τοῦτο λυσιτελέστερον, καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὸ δέον ἰθυνομένους· τοὺς δὲ εἶναι ποι μένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῆς Ἐκ κλησίας, ὅσοι τῶν πολλῶν εἰσιν ἀνωτέρω κατ' ἀρετὴν καὶ τὴν πρὸς τὸν Θεὸν οἰκείωσιν, λόγον ψυχῆς πρὸς σῶμα, ἢ νοῦ πρὸς ψυχὴν ἐπέχοντας· ἵν' ἀμφότερα συντεθέντα ἀλλήλοις καὶ συγκραθέντα, τό τε ὑστεροῦν καὶ τὸ πλεονάζον, ὥσπερ ἐν μέλεσι, καὶ τῇ ἁρμονίᾳ τοῦ πνεύματος συμβιβασθέντα καὶ συνδε θέντα ἓν ἄρτιον ἀποδειχθῇ σῶμα, καὶ αὐτοῦ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν ὄντως ἄξιον.

∆ʹ. Οὔτε οὖν τοῖς ἄλλοις ἀναρχίαν καὶ ἀταξίαν λυ σιτελεστέραν οἶδα τάξεως καὶ ἀρχῆς, οὔτε ἀνθρώποις· ἀλλὰ τούτοις καὶ πάντων οὐχ ἥκιστα, ὅσῳ καὶ 35.412 περὶ μειζόνων αὐτοῖς ὁ κίνδυνος· οἷς μέγα, κἂν εἰ τὸ πρῶτον τοῦ λόγου μὴ σώζοιεν, τὸ μηδὲν ἁμαρτάνειν, ἀλλὰ τό γε δεύτερον ἐκείνου, τὸ ἁμαρ τάνοντας ἐπανάγεσθαι.