1
Fragmenta in epistulam ad Romanos
Ro+m 1,1 Χριστοῦ γὰρ πάντα δοῦλα καὶ δεσπότης ἁπάντων αὐτός. διὸ πρῶτον ὀνομάσας ἑαυτὸν δοῦλον αὐτοῦ, οὕτω καὶ τοὺς λοιποὺς ἄγει εἰς τοῦτο. μόνης δὲ τῆς τοῦ υἱοῦ μέμνηται δεσπότητος, ὡς ἀγνοούμενος οὐ μὴν καὶ τῆς τοῦ πατρὸς ἥτις παρὰ πᾶσιν ὡμολόγηται. Εἰπὼν δὲ ἀφωρισμένος, ἔδειξεν ὅτι οὐ μόνον ἐκλήθη ἀλλὰ καὶ ἐξελέγη ἐκ πολλῶν ὡς χρήσιμος πρὸς τοῦ εὐαγγελίου κήρυγμα. Ro+m 1,7 ∆ιὰ τοῦτο δὲ εἶπεν· πᾶσιν, ἐπειδὴ παρὰ Χριστῷ πάντες ἴσοι. εἶτα εἶπεν· ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις, ἀπομερίζει τοὺς ἀπίστους. Κληθείη δ' ἂν χάρις ἡ τῶν ἁμαρτημάτων συγχώρησις καὶ ἡ τῆς υἱοθεσίας δωρεά, εἰρήνη δὲ ἡ τῶν ἀοράτων πολεμίων ἀπαλλαγὴ ὧν ἡμᾶς ἀπαλλάσσει Χριστός, καὶ τὸ μὴ στασιάζειν τὸ σῶμα πρὸς τοὺς τῆς ψυχῆς λογισμοὺς καὶ ἡ πρὸς ἀλλήλους εὐσεβὴς συμφωνία. Ro+m 1,8 Ἀντὶ τοῦ πρὸ παντὸς τοῦ προκειμένου λόγου τῷ θεῷ εὐχαριστῶ ὑπὲρ πάντων ὑμῶν εἴτε πενήτων εἴτε πλουσίων· τὸ γὰρ κατὰ τὴν εὐσέβειαν ἶσον τῶν πιστευόντων πανταχοῦ δείκνυσι τοῖς Ῥωμαίοις. Φαίνεται δὲ καὶ ἐν ἑτέραις τῶν ἐπιστολῶν ἀπ' εὐχαριστίας ἀρχόμενος, ἐκείνους πρὸς οὓς ποιεῖται τὸ γράμμα διδάσκων παντὸς λόγου καὶ πράγματος ἀπ' εὐχαριστίας ἀπάρχεσθαι τῷ θεῷ, οὐ μόνον ὑπὲρ οἰκείων ἀλλὰ καὶ ὑπὲρ ἀλλοτρίων. ἐνταῦθα δὲ μάλιστα κυριώτατα χρῆται τούτῳ τῷ προοιμίῳ· ἔδει γὰρ τὸν μετὰ τὴν Πέτρου διδασκαλίαν τὰ τῆς εὐσεβείας δόγματα παραδιδόναι αὐτοῖς ἐπιχειροῦντα, δεικνύναι ὡς ἀποδέχεται τὰ πρῶτα, καὶ οὐδὲν ἐκείνοις ἐπιμεμφόμενος τὴν πρὸς αὐτοὺς ποιεῖται διδασκαλίαν. ἔχει δὲ ὅμως καὶ Ῥωμαίων ἔπαινον τὸ εἰρημένον οὐ τὸν τυχόντα· καὶ αὐτοῦ γὰρ τούτου ἕνεκεν συνεχῶς ἐν 114 ταῖς αὐτοῦ ἐπιστολαῖς τούτῳ κέχρηται τῷ προοιμίῳ, ὥστε ταῖς εὐφημίαις προθυμοτέρους αὐτοὺς πρὸς τὴν τῶν γραφομένων παρασκευάζειν ἀνάγνωσιν· ὅπερ καὶ ἐπὶ Ῥωμαίων εἰργάσατο, τῶν πραγμάτων αὐτῷ συνεργούντων εἰς τοῦτο. Προσεκτέον δὲ κἀνταῦθα τὰ διὰ Ἰησοῦ Χριστοῦ, ὅπως οὐκ ἐπὶ διακονίας κέχρηται, ὥσπερ οὐ δοκεῖ τοῖς αἱρετικοῖς, ἀλλ' ἐπ' αἰτίας· οὐ γὰρ δὴ διακόνῳ τῷ Χριστῷ κεχρῆσθαι ὁ ἀπόστολος ἔμελλε τῆς εἰς τὸν θεὸν εὐχαριστίας, λέγει δὲ ὅτι τῷ θεῷ εὐχαριστῶ ὑπὲρ ὑμῶν, τοῦ Χριστοῦ ταύτης ἡμῖν τῆς εὐχαριστίας τὴν αἰτίαν παρασχομένου. Ro+m 1,9 ∆ιὸ καλῶς εἶπεν τῷ πνεύματί μου, ἀντιδιαστέλλων πρὸς τὴν σωματικὴν Ἰουδαίων λατρείαν τὴν οὖσαν ἐν περιτομῇ καὶ σαββατισμῷ καὶ ταῖς τοιαύταις θυσίαις· κατὰ πάντα γὰρ οὐ πνευματικὴ οὐδ' ἀληθής. τινὲς δὲ ἁπλούστερον ἐδέξαντο τὸ ἐν τῷ πνεύματί μου ἀντὶ τοῦ τῇ διανοίᾳ καὶ τῇ προθυμίᾳ. Ro+m 1,10 Καλῶς τὸ εἴ πως ἤδη ποτέ, ὡς ἂν σφόδρα ποθῶν τῆς πρὸς αὐτοὺς ἀφίξεως τυχεῖν καὶ οὐδὲ φέρων τοῦ παρεληλυθότος χρόνου τὴν ὑπέρθεσιν. Ro+m 1,11 Ἔδειξε τοίνυν διὰ τοῦ ἐπιθυμεῖν ἰδεῖν αὐτοὺς τὸ τῆς διαθέσεως γνήσιον, καὶ διὰ τοῦ ἐπείγεσθαι μεταδοῦναι, ὅτι αὐτοῖς χάρισμα θεῖον οὐκ ἴδιον ἀλλ' οὗ ἔτυχε καὶ αὐτὸς μεταδιδούς. πνευματικὰ δὲ χαρίσματά εἰσι λόγος σοφίας, λόγος γνώσεως, πίστις, χαρίσματα ἰαμάτων, ἐνεργήματα δυνάμεων· ταῦτα γὰρ βεβαιοτέρους ἐν τῇ πίστει καθίστησιν. Ro+m 1,13 Τέως δὲ ἐκ τῶν παρόντων ἱκανῶς καὶ τὴν ἑαυτοῦ διάθεσιν δείκνυσιν, ὅτι θελήσας ἐλθεῖν πολλάκις ἐκωλύθη· ἅμα δὲ καὶ εἰς φόβον αὐτοὺς καθίστησι, μή ποτε διὰ τὸ αὑτῶν ἀνάξιον ἐκωλύθη. 115 Ζητεῖται δὲ πῶς ἀνταπέδωκεν πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν· οὐ γὰρ εἶπε δεύτερον δέ. ἡγοῦμαι τοίνυν ὅτι ἐνταῦθα ἡ ἀνταπόδοσις γέγονεν εἰς τὸ οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί , καὶ τὰ ἑξῆς. Ro+m 1,15 Οὕτω τὸ κατ' ἐμὲ πρόθυμον. ἔδειξε τὴν αἰτίαν καὶ ὡμολόγησε λοιπὸν δι' ἣν ἔσπευδεν αὐτοὺς θεάσασθαι· φησὶ γάρ· οὕτω τὸ κατ' ἐμὲ πρόθυμον, ἀντὶ τοῦ διὰ ταῦτα καὶ τοῦτον τὸν τρόπον. Ro+m 1,18 Ἐπειδὴ τοίνυν