1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

1

Interpretatio in Danielem prophetam [Sp.]

ΚΕΦΑΛΑΙΟΝ Α. Καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφανὲς τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν

υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς βα σιλείας, καὶ ἀπὸ τῶν Φορθονμίν. Φορθονμὶν ἢ ἔθνος φησὶ, ἢ γένος· μᾶλλον δὲ ἔθνος, βάρβαρον ἴσως. Συγχωρεῖται δὲ τοῦτο, ἵνα ἀπὸ συγκρίσεως ἡ τοῦ Θεοῦ φανῇ δύναμις· καὶ ὅπερ ἐπὶ τῶν πολλῶν ἐγένετο, καὶ ἐπὶ τῆς σοφίας. Ἵνα γὰρ μή τις τὴν Περσικὴν σοφίαν αἰτιᾶται τῶν γινομένων, καὶ ἄλλοι μανθά νουσι μετ' αὐτῶν εἰς ἔλεγχον. Ἀπὸ γὰρ συγκρίσεως μάλιστα παρὰ τοῖς ἀνοήτοις τὰ πράγματα κρίνεται. ∆ιὸ ἀπὸ συγκρίσεως πανταχοῦ ποιεῖ ὁ Θεός· καὶ ὅταν περὶ ἑαυτοῦ λέγῃ, οὐκ ἀπαξιοῖ τοῖς θεοῖς ἑαυτὸν παραβάλλειν, καὶ συγκρίνειν· καὶ αὐτοὶ λέγουσιν· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, καὶ καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ. Καὶ τοῦτο κώλυμα πρὸς σωφροσύνην καὶ φιλοσοφίαν. Τίνος δὲ ἕνεκεν καὶ τοιούτους ζητεῖ, ὥστε καὶ τῇ τῶν μελῶν εὐεξίᾳ, καὶ τῇ τῆς ὄψεως εὐμορφίᾳ πάντας τοὺς ἄλλους νι κᾷν; Ἀκούσωμεν. Εἰ βασιλεὺς τοιούτους ζητεῖ, βα σιλεὺς βάρβαρος, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τοῦ ψυχι κοῦ κάλλους ἐραστής; Εἰ παρεστάναι ἐκείνῳ οὐκ ἂν εἶεν ἄξιοι οἱ μῶμον ἔχοντες ἐν σώματι (Ἐν οἷς γὰρ, φησὶν, οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος), πολλῷ μᾶλλον τῷ Θεῷ οὐ προσήκει παρεστάναι τοὺς μῶμον ἔχον τας ἐν τῇ ψυχῇ. Εἰκότως δὲ καὶ ἰσχυροὺς ζητεῖ, πρὸς τὰς ἔνδον διακονίας φησὶ, ἢ ἰσχὺν καὶ τὴν τῆς ψυχῆς λέγει, τουτέστι, δυναμένους ἑστάναι ἐνώπιον τοῦ βασιλέως. Καλοὺς δὲ τὴν ὄψιν τίνος ἕνεκεν ἐπι ζητεῖ; Ἐκεῖνα μὲν γὰρ πρὸς χρείαν, ἡ σοφία λέγω, 56.194 καὶ ἡ σύνεσις τῆς διανοίας· τοῦτο δὲ τίνος ἕνεκεν; Ἅτε ὡς βάρβαρος, καὶ βιωτικὸς ἀνὴρ, ἀπὸ φιλο τιμίας πολλῆς τοῦτο ἐπιζητεῖ· τὸν γὰρ φιλόσοφον τὰ ἀπὸ ψυχῆς ἐπιζητεῖν χρὴ μόνον. Ὥσπερ γὰρ ἱμά τια ζητοῦμεν καλὰ πρὸς οὐδεμίαν χρείαν, οὕτω καὶ ὄψεις ἐπιζητεῖ καλὰς, ὥσπερ ἀγάλματα. Ὁ δὲ Θεὸς τίνος ἕνεκεν κάλλος ἐποίησεν; Ἄκουσον ἑτέρου λέ γοντος· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Καὶ πολλὰ ἴδοι τις ἂν οὐχὶ πρὸς χρείαν μόνον, ἀλλὰ καὶ πρὸς ὥραν ἡμῖν ἐν τῷ σώματι γεγενημένα. Τὰ γὰρ χρώ ματα, καὶ αἱ εὔχροιαι, τούτου χάριν, οὐ χρείας μόνης. ∆υνατὸν γὰρ ἢ καὶ μέλανας εἶναι, καὶ μηδὲν εἰς τὴν χρείαν παραβλέπεσθαι. Καὶ τρίχες δὲ ἡμῖν διὰ τοῦτο· οὕτω καὶ Παῦλός φησι· Ἀνὴρ μὲν γὰρ ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι. Καὶ αὐχὴν δὲ ὄρθιος, καὶ σύμμετρον ἔχων διάστημα· καὶ εἰς τοῦτο εὐπρεπείας ἅπαντα ἡμῖν ἐξενήνεκται, ὡς, ἂν μικρὸν ἐκκόψῃς τῷ παντὶ, λυμήνασθαι κάλλει, τῆς χρείας μενούσης. Ὅθεν δὲ μάλιστα καὶ πρὸς κάλλος ὁ ∆ημιουργὸς ἡμῖν τὸ ζῶον κατεσκεύασε τοῦτο· καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ ἄλλα πάντα. Ἀλλὰ τοῦ κάλλους τούτου τοῖς μὲν πλέον, τοῖς δὲ ἔλαττον ἔδωκεν. Πολ λοὺς δὲ μετὰ τὸ γενέσθαι, οὐκ ἔχοντας οἴκοθεν, χάριν ἐνέδυσεν. Καὶ ἀπὸ τῆς θέσεως δὲ αὐτῆς ὄψει τὸ κάλ λος, οἷον τὸ ἐν ὑψηλῷ κεῖσθαι τοὺς ὀφθαλμοὺς, καθά περ τὴν ἴριν, καὶ ἔχειν ἔνδον τὸ στρογγύλον ἀπο τετορνευμένον, τὴν μίξιν τῶν χρωμάτων, τὴν ἀκρί 56.195 βειαν, τὴν γνησιότητα, τὸ λευκὸν εἶναι. Ἀλλὰ πρόσ κομμα γέγονε τὸ κάλλος, φησί. Οὐχὶ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τῶν ἁλισκομένων. Μὴ καταμάνθανε γὰρ, φησὶ, κάλλος ἀλλότριον. Οὐχ ἁπλῶς εἶπε, Μὴ καταμάνθανε κάλλος, ἀλλὰ προσέθηκεν, Ἀλλότριον, ὡς τό γε οἰκείου ἀπολαύειν αἰνεῖ. ∆ιὰ τί γὰρ οὐκ ἐξετραχήλισε τὸν Ἰωσὴφ, οὐδὲ βλᾶκα εἰργάσατο, οὐδὲ ἐνέπλησεν ἀπονοίας καὶ τύφου; Ἔλαφος, φησὶ, φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι. Σύνδεσμός ἐστι καὶ τοῦτο τοῦ γάμου, ὥστε πρὸς τὰ σώματα ἐπτόηντο οἱ ἄνθρωποι. Ἐπειδὴ γὰρ ἐπίπονόν τινα καὶ μοχθηρὸν ἡμῖν