1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

1

Fragmenta in Psalmos Prologus

1 ̓Εν τῇ καινῇ διαθήκῃ λέξεων ἀπὸ τῆς βίβλου τῶν ψαλμῶν παραληφθεισῶν

μαρτυρίαι κεῖνται ὡς ὑπὸ ἁγίου πνεύματος εἰρημέναι. Παῦλος ἐν τῇ πρὸς ̔Εβραίους ἐπιστολῇ ἀπὸ τοῦ ἐνενηκοστοῦ τετάρτου ψαλμοῦ κεφάλαιον λαβὼν ὑπὸ τοῦ ἁγίου πνεύματος ἀπηγγέλθαι αὐτὸ γράφει φήσας Καθὼς λέγει τὸ πνεῦμα τὸ αγιον· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, καὶ τὰ ἑξῆς. πρὸς τούτῳ καὶ ὁ τῶν ἀποστόλων πρόκριτος Πέτρος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων σύμφωνα λέγει οπου μὲν Εδει πληρωθῆναι τὴν γραφήν, ην προεῖπεν τὸ πνεῦμα τὸ αγιον διὰ στόματος ∆αυὶδ περὶ ̓Ιούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ̓Ιησοῦν, καὶ τὰ ἑξῆς, οις ὀλίγα ἐπειπὼν ἐπήγαγεν Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ επαυλις αὐτοῦ ερημος καὶ μὴ εστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ετερος. Οὐδὲν δὲ ξένον εἰ οἱ ἀπόστολοι ταῦτα γράφουσιν, αὐτοῦ μάλιστα τοῦ σωτῆρος ταῦτα ἐπισφραγιζομένου. μνήμης γὰρ γενομένης ἐν τῷ Εὐαγγελίῳ τῆς ἀρχῆς τοῦ ἑκατοστοῦ ἐννάτου ψαλμοῦ ωδε ἐχούσης· Ειπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, εως αν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ἐπύθετο τῶν Φαρισαίων, εἰ ∆αυὶδ ἐν πνεύματι ἁγίῳ τὸν Χριστὸν κύριον ειπεν, πῶς υἱὸς αὐτοῦ ἐστιν. Εἰ τοίνυν πνευματικὰ νοήματα περιέχουσιν οἱ ψαλμοί, οὐχ ὡς ετυχεν ἐντευκτέον τῇ γραφῇ αὐτῶν.

2 Ps 1,1 Εστιν ἁμαρτωλῶν ὁδὸν τὸν διάβολον εἰπεῖν, ἐν ῃ ὁ γενόμενος μὴ ἐμμενέτω ἑπόμενος τῇ φασκούσῃ διδασκαλίᾳ ̓Αντίστητε τῷ διαβόλῳ καὶ φεύξεται ἀφ' ὑμῶν. ̔Ο μὴ στὰς ἐν ταύτῃ τῇ ὁδῷ ἐλεύσεται πρὸς τὸν εἰπόντα κύριον ̓Εγώ εἰμι ἡ ὁδός, ἐν ῃ γενόμενος κατὰ σκοπὸν δραμῶν τεύξεται τοῦ βραβείου. 3Ps 1,3 ab Πῶς γὰρ οὐκ εδει τῇ σοφίᾳ ὁμοιοῦσθαι τὸν ἐκ τῶν εἰρημένων μαρτυρούμενον ὡς ειη σοφός; ὁμοιοῦται γάρ τις τῷ ποιότητα τοιάνδε χαριζομένῳ, η οὐχ ομοιος δικαιοσύνῃ ὁ δίκαιος καὶ ὁ αγιος ἁγιότητι· εἰ δὴ τοῦτο, καὶ τῇ σοφίᾳ ὁ σοφός. προσελθὼν σπάσας ἀπ' αὐτῆς τὸ ειναι, σοφὸς ὁμοιοῦται αὐτῇ, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ σωτῆρος ̓Αρκετὸν τῷ μαθητῇ ινα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. ̔Ο δὲ ὁμοιούμενος τῷ τῆς ζωῆς ξύλῳ γίνεται μὲν ἐν τῷ παραδείσῳ, ινα σὺν αὐτῷ φυτευθῇ· ουτως ἀκουστέον τοῦ ἐν ̔Ησαΐᾳ γεγραμμένου ἐκ προσώπου τοῦ θεοῦ Κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς εσονται αἱ ἡμέραι τοῦ λαοῦ μου. τούτου ἀληθοῦς οντος, ἐπεὶ ἀΐδιον τὸ τῆς ζωῆς ξύλον, συναιωνίζει καὶ συναπαθανατίζεται αὐτόν· αυτη ἡ ὁμοιότης συμφυεῖς ἡμᾶς ποιεῖ ἐν τῷ ξύλῳ, ωστε κλάδους αὐτοῦ καὶ κλήματα χρηματίσαι ἐπὶ τῷ θεῖον καρπὸν ἀγαγεῖν. αμπελος γὰρ ἀληθινὴ τὸ ξύλον τῆς ζωῆς τυγχάνον φησὶ πρὸς τοὺς μιμητὰς διὰ καλοκἀγαθίας γινομένους ̓Εγώ εἰμι ἡ αμπελος ἡ ἀληθινή· ̔Υμεῖς τὰ κλήματα· ̔Ο πατήρ μου ὁ γεωργός· Πᾶν κλῆμα ἐν ἐμοὶ μένον, καθαίρει αὐτό, ινα καρπὸν πλείονα φέρῃ. 4 Ps 1,3 cd ̓Αλλὰ καὶ τοῦ ξύλου τοῦ πεφυτευμένου παρὰ τὰς διεξόδους τῶν ὑδάτων (τοῦτο δέ ἐστιν ἡ τοῦ θεοῦ σοφία) καρπὸς μέν ἐστιν ἡ μυστικὴ καὶ πνευματικὴ τῶν γραφῶν διάνοια, φύλλα δὲ σκέποντα τὸν εἰρημένον καρπὸν αἱ πρόχειροι λέξεις εἰσὶν αι πρὸς τῷ ποιεῖν τὸ ιδιον εργον ἐν τῷ φυλάττειν τοὺς καρποὺς καὶ τροφὴ γίνονται τῶν ἀκεραιοτέρων ἀνθρώπων τῶν δι' ἁπλότητα κτηνῶν λεγομένων κατὰ τὸ ̓Ανθρώπους καὶ κτήνη σώσεις, κύριε. 5Ps 1,4 ̓Αμέλει γοῦν δι' ην εσχον ἐκ τοῦ ἀσεβεῖν εὐτέλειαν χνοῦς θελήσαντες ειναι καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φέρειν, παραπλησίως εὐτελεστάτῳ χνῷ ἐκριπτοῦνται ἀπὸ προσώπου τῆς γῆς, ἀνέμου αὐτοὺς ἀναρριπίσαντος πονηροῦ καὶ τῇδε κἀκεῖσε διαρριπτοῦντος. νοήσεις δὲ ανεμον