1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

15

τῷ ἐργασαμένῳ ἀλλὰ τῷ κτήτορι τῆς χώρας τῆς ἀμηθείσης. 59 Ps 9,13 ̔Ρηθείη δὲ καὶ ἑτέρα διάνοια· οὐ πάντως οἱ αὐτοὶ τῶν ἀπὸ ἐθνῶν, ων ἐμνήσθη τὰ αιματα, οἱ πένητές εἰσιν ων τῆς φωνῆς οὐκ ἐπελάθετο ὁ εὐεργέτης. δύνανται γὰρ ουτοι ειναι οἱ περὶ ἐθνῶν προφητικῶς προαναφωνήσαντες, ων ὁ μὲν ειπεν Πρὸς σὲ εθνη ηξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, ὁ δὲ Πάντα τὰ εθνη οσα ἐποίησας ηξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου. πένητες δὲ καὶ ἐν τούτοις ειρηνται οἱ πολὺ τοῦ πλούτου τῆς θεότητος ἀπολειπόμενοι η καὶ τῆς θείας γνώσεως· τέως γὰρ ἐκ μέρους προεφήτευον. 60 Ps 9,14 Κάτω που τυγχάνοντος τοῦ θανάτου ἐκείνου περὶ ου γέγραπται Κατέπιεν ὁ θάνατος ἰσχύσας, οἱ ἐχθροὶ ποιοῦσιν ἐν αὐτῷ γενέσθαι τοὺς ὑπ' αὐτῶν ταπεινουμένους, ητοι διὰ κακώσεως, η τοῦ ἁμαρτάνειν. τούτου τοῦ θανάτου καὶ τῆς ἐπ' αὐτῷ ταπεινώσεως δυνατὸν ἐκτὸς γενέσθαι ἐλέῳ θεοῦ. ὁ γὰρ ετι περὶ τὰ τῇδε εχων καὶ προσπάσχων τῷ κόσμῳ ἐν ταπεινώσει τυγχάνων, εἰ λάβοι αισθησιν τῶν οἰκείων κακῶν καὶ γνῶσιν τῆς τοῦ θεοῦ ἀγαθότητος, εὐχῆς τρόπῳ ἐρεῖ ̓Ελέησόν με καὶ ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου γεγενημένην· αὐτοὶ γὰρ ἐταπείνωσαν καθελκύσαντές με· σὺ δὲ μόνος δύνασαι δι' ἀγαθότητα οὐσιωδῶς προσοῦσαν ὑψῶσαί με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Ps 9,15b Θυγατέρας τῆς Σιὼν ἀκούειν δεῖ τοὺς μετέχοντας ταύτης καταλλήλως τῷ λέγεσθαί τινας υἱοὺς φωτὸς καὶ εἰρήνης καὶ σοφίας· πύλαι δὲ τῆς θυγατρὸς τῆς Σιών, ἀπεναντίως ταῖς πύλαις τοῦ θανάτου εχουσαι, πράξεις εἰσὶν ἐπαινεταὶ καὶ αἱ ἐπιτελεσθεῖσαι κατ' ἀρετὴν καὶ σοφίαν θεοῦ θεωρίαι. 61 Ps 9,16-17 Τῆς ἀρετῆς ἀφθαρσίας λεγομένης ἐν τῷ ̔Η χάρις μετὰ τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν ̓Ιησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ, ἡ ἀπεναντίως εχουσα κακία διαφθορὰ καὶ φθορὰ ἀκολούθως κληθήσεται. παρίσταται τὸ φθορὰν τὴν κακίαν λέγεσθαι ἐκ τοῦ Ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, καὶ ἐκ τοῦ ἐν τῷ προφήτῃ λεγομένου πρὸς τοὺς φαύλους Ενεκεν ἀφθαρσίας διεφθάρητε φθορᾷ· σύμφωνον τούτοις καὶ τὸ Τῇ διαφθορᾷ σου, ̓Ισραήλ, τίς βοηθήσει; ̔Η ουτω λεγομένη διαφθορὰ ἐν τῷ πράττεσθαι τὸ ειναι εχουσα πεποιῆσθαι ὑπὸ τῶν ἐχόντων αὐτὴν ἐπαγγέλλεται. φησὶν ὁ λόγος ἐμπεπῆχθαι τὰ εθνη ἐν ῃ ἐποίησαν διαφθορᾷ. οὐ γὰρ αλλος τῇ αλλου ἀσεβείᾳ καὶ ἁμαρτίᾳ ἐνέχεται· εκαστος γὰρ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. ειτ' ἐπεὶ οἱ κακοὶ πρότερον ἑαυτοὺς βλάψαντες καὶ ἑτέρους εἰς τὴν αὐτὴν βλάβην δι' ἀπάτης αγειν πειρῶνται, σκευάζουσιν κεκρυμμένως παγίδας ἐν τοῖς δολεροῖς φρονήμασιν καὶ λόγοις αὐτῶν ἐπὶ τῷ ἀγρεῦσαι τὸν ἀπροοράτως εχοντα. αὐτῇ δὲ τῇ παγίδι ῃ εκρυψαν τιμωροῦνται. δίκας γὰρ διδόασιν καὶ δι' ους ἠπάτησαν. γίνεται δὲ τὸ παθεῖν ουτως διακρίσει τοῦ προνοουμένου θεοῦ· πῶς γὰρ οὐ κρίμα αὐτοῦ τὸ ἐν τοῖς εργοις αὐτοῦ συλλαμβάνεσθαι τὸν ἁμαρτωλὸν εχοντα τὴν πρόφασιν τοῦ καταδικάζεσθαι ἐξ ων εδρασεν πονηρῶς; τούτῳ συνᾴδει τὸ ὀλίγῳ πρότερον λεχθὲν εχον ωδε· ̔Ο ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν. Περὶ τοῦ διαψάλματος εἰρηκότες ηδη, περὶ τῆς τοῦ διαψάλματος ᾠδῆς νυνὶ λεκτέον. ἀρξαμένου τοῦ προκειμένου ψαλμοῦ ἀπὸ τοῦ ̓Εξομολογήσομαί σοι, κύριε, παρέτεινεν ἡ ἀπαγγελία εως τοῦ Συνελήφθη ὁ ἁμαρτωλός· μεθ' ην λέξιν ᾠδῆς ἀρχομένης ἀπὸ τοῦ ̓Αποστραφήτωσαν, ἀκόλουθον τῷ διαψάλματι συμπλέξαι τῆς ᾠδῆς τὸ ονομα. εἰ γὰρ ολος ὁ ψαλμὸς ᾠδὴ ειρηται, τρόπῳ καὶ δυνάμει καν πρὸ αὐτοῦ πάντως ἐτάττετο ἡ ᾠδῆς προσηγορία, ὡς ἐπὶ πλειόνων ψαλμῶν ἀποδείκνυται. τῷ δὲ μὴ ουτως εχειν, ἀρχὴν δὲ λαμβάνειν μετὰ τὸ διάψαλμα τὸ ᾳσμα, εἰκότως ̓Ωιδὴ διαψάλματος μεταξὺ τέθειται. δειχθήσεται ὡς ᾠδῆς διάνοιαν εχει τὰ ἑξῆς τῶν λέξεων αὐτῶν ἐκτεθεισῶν ̓Αποστραφήτωσαν κτλ. 62 Ps 9,18-19 ̓Αποστραφήτωσαν οἱ ἁμαρτωλοί, οἱ πολεμίων δίκην ἐπιτιθέμενοι, εἰς τὸν ᾳδην. ἑρμηνεύων δὲ τίνες οἱ ἁμαρτωλοί, ἐπήγαγεν ὡς τὰ ἐπιλανθανόμενα εθνη τοῦ θεοῦ εἰσιν. ἁμαρτωλοὺς δὲ καὶ εθνη οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ ἀσάρκους δυνάμεις ἐκλαβεῖν δεῖ. εἰ γὰρ