2
ἐκριπτοῦντα αὐτοὺς καὶ τὸν τιμωροῦντα αὐτοὺς αγγελον καὶ τὴν ὁρμὴν τῆς πλανησάσης αὐτοὺς διδασκαλίας Περιφερομένους παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ. 6 Ps 1,5 ̓Αναστήσονται μὲν οἱ ἀσεβεῖς, ἀλλ' οὐ κριθήσονται τῷ αὐτοκατάκριτοι ειναι. ̔Ο γὰρ μὴ πιστεύων εἰς ἐμέ, φησίν, ηδη κέκριται, κατάκριτος ἐκ τῆς ἑαυτοῦ ἀπιστίας ἀναδειχθείς. Ps 1,6a Οἰκειοῦται τὰς τῶν δικαίων πράξεις· τούτῳ γὰρ ἐνταῦθα τὸ Γινώσκει. 7Ps 1,6b ∆ειχθέντος ὡς οἱ ἀσεβεῖς ἐν κρίσει οὐκ ἐγείρονται, πεφανέρωται πῶς Πολλοὶ τῶν καθευδόντων ἐν χώματι γῆς, οἱ μὲν εἰς ζωὴς αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον ἐγείρονται. πῶς γὰρ οὐκ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον ἀνίστανται οἱ ἐπὶ τὸ κριθῆναι ἐγειρόμενοι, αὐτῆς τῆς κρίσεως τὰ ἁμαρτήματα αὐτῶν φανερούσης; εἰ δὴ τοῦτο σαφὲς γέγονεν, διὰ τί μὴ ειρηται Πάντας ἐγείρεσθαι τοὺς καθεύδοντας ἐν γῆς χώματι, τοὺς μὲν εἰς ζωὴν αἰώνιον, τοὺς δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον; ταῦτα γὰρ γέγραπται περὶ μόνων τῶν εἰς κρίσιν ἁμαρτωλῶν ἐρχομένων καὶ εἰς ζωὴν αἰώνιον ἐγειρομένων δικαίων, τῶν ἀσεβῶν οὐκ εις τι τούτων ἐγειρομένων, οὐκ ἐσομένης ἐξετάσεως αὐτῶν μετὰ ἀνάστασιν.
8 Ps 2,8 Πάντων ἀνθρώπων προαιρετικῶς κινουμένων (αὐτεξούσιοι γάρ),
οὐδεὶς κατ' οὐσίαν ἀγαθὸς η κακός ἐστιν· καὶ ἐπεὶ ὁ ἀρετῆς μετέχων οἰκειοῦται θεῷ μόνος, καὶ πᾶς ὁ τοιοῦτος κληρονομία θεοῦ τυγχάνει. οτε ουν ὁ ̓Ισραὴλ ἀγαθὸς ὑπῆρχεν, ἐλέγετο περὶ αὐτοῦ ̓Εγενήθη μέρις κυρίου ̓Ιακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ ̓Ισραήλ. παρίσταται ὡς οὐκ ἀποκληρωτικῶς μόνον τὸ εθνος τοῦτο, ἀλλὰ διὰ καλοκἀγαθίαν ουτως ἐχρημάτισεν ἐκ τοῦ περὶ θεοῦ λεγομένου ὑπὸ τῶν ἁγίων ἀνδρῶν ̓Εξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν ̓Ιακὼβ ην ἠγάπησεν. εἰ δὲ τηρήσει ἐντολῶν καὶ πίστει τῇ εἰς θεὸν κληρονομία τις γίνεται θεοῦ, ὁ παραβαίνων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως μεταπίπτων ἐκβάλλεται τῆς τοιαύτης τιμῆς, ὡς αυ ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιῶν γίνεται θεοῦ κλῆρος καίπερ οὐκ ων πρότερον. ταύτης μενούσης τῆς ἀκολουθίας, ὁ πάλαι διὰ θεοσέβειαν ων κληρονόμος θεοῦ ̓Ισραήλ, ἀποστάτης θεοῦ γενόμενος μετέπεσεν, οὐ δεξάμενος τὸν ἐπ' εὐεργεσίᾳ προηγουμένως αὐτοῦ, ειτα καὶ τῶν αλλων ἀνθρώπων, ἐληλυθότα σωτῆρα. εδει τοίνυν ἀντεισαχθῆναι ετερον συμπληρούμενον ἐκ πλειόνων ἐθνῶν καὶ προσερχόμενον τῷ εὐαγγελίῳ. Τὸ ουν Αιτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἡμῶν ενεκα ἀλλ' οὐ τοῦ υἱοῦ ειρηται· δηλοῖ γὰρ ὡς οὐκ αὐτῷ προστίθεταί τι ἀλλὰ τοῖς δεομένοις αὐτοῦ· ὡς γὰρ ἰατρῷ καὶ διδασκάλῳ δίδονται, ινα ὑγιαίνοντες καὶ ἐπιστήμονες ἐξ αὐτοῦ γένωνται. ἀλλὰ καὶ τὸ Τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς ἁπλούστερον νοηθείη ουτως· μέχρι τῶν ἐσχάτων τῆς γῆς ἡ σὴ κρατήσει διδασκαλία, κηρυττομένου τοῦ εὐαγγελίου ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. εἰ δυνατὸν πέρατα τῆς γῆς καλεῖσθαι ἐνταῦθα τοὺς βίῳ καὶ φρονήματι περάσαντας τὴν γῆν, ἐπίστησον. 9 Ps 2,10 Καν νῦν σύνεσιν λάβετε ἀναστάντος ἐκ νεκρῶν τοῦ σταυρωθέντος, καὶ ὑμεῖς δὲ οἱ αρχοντες παιδεύθητε γνόντες, οτι, ον ἐδόξατε περιβαλεῖν θανάτῳ, ἀνέστη λύσας τὴν νεκρότητα· τοῦτο γὰρ προτρέψεται δουλεῦσαι ὑμᾶς ἐν φόβῳ τῷ ἐπιβουλευθέντι πρὸς ὑμῖν γνοῦσιν, οτι θεός ἐστιν, καθ' ου συνεληλύθειτε. αυτη ἡ ἐν φόβῳ δουλεία πεπαύσεται προκοπῆς γεγενημένης, ὡς θείαν ἀγαλλίασιν μετὰ τρόμου ἐγγενέσθαι ὑμῖν· εἰ γὰρ καὶ χαρά τις εὐλόγως γινομένη, τυγχάνει ἡ ἀγαλλίασις· ἀλλ' ουν ἐπὶ θεῷ σὺν τρόμῳ γίνεται. τούτῳ συνᾴδει τὸ ̓Αλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, οτι κύριος υψιστος φοβερός· ὑψίστου γὰρ φοβεροῦ οντος τοῦ ἐφ' ῳ ἡ ἀγαλλίασις, μετὰ τρόμου εχειν αὐτὴν δεῖ. 10 Ps 2,12a-c Τὸ ̓Εν τάχει τῷ ∆ράξασθε παιδείας ἀποδοτέον καθ' ὑπερβατὸν εἰρημένον, ὡς ειναι τὸ ἀκόλουθον τῆς φράσεως ουτως·