1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

2

ἀληθείας καὶ νόμος εὐσεβείας τοῖς Χριστιανοῖς γίνεται. πολλῶν γὰρ ὄντων καὶ ἄλλων ὀνομάτων, οἷς τὸ θεῖον διασημαίνεται ἐν ἱστορίᾳ τε καὶ προφητείᾳ καὶ νόμῳ, πάντα καταλιπὼν ὁ δεσπότης Χριστὸς ὡς μᾶλλον ἡμᾶς προσάγεσθαι δυναμένας τῇ περὶ τοῦ ὄντος πίστει ταύτας τὰς φωνὰς παρατίθεται, ἀρκεῖν ἀποφηνάμενος παραμένειν ἡμᾶς τῇ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κλήσει εἰς κατανόησιν τοῦ 6 ὄντως ὄντος, ὅπερ καὶ ἕν ἐστι καὶ οὐχ ἕν. τῷ μὲν γὰρ λόγῳ τῆς οὐσίας ἕν ἐστι, διὸ καὶ εἰς ἓν ὄνομα βλέπειν ὁ δεσπότης ἐνομοθέτησε· τοῖς δὲ γνωριστικοῖς τῶν ὑποστά σεων ἰδιώμασιν εἰς πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου πίστιν διῄρηται, ἀδιαστάτως τε μεριζόμενον καὶ ἀσυγχύτως ἑνούμενον. ὅταν γὰρ ἀκούσωμεν πατέρα, ταύτην ἀναλαμ βάνομεν τὴν διάνοιαν, ὅτι τὸ ὄνομα τοῦτο οὐκ ἐφ' ἑαυτοῦ νοεῖται μόνον, ἀλλὰ καὶ τὴν πρὸς τὸν υἱὸν σχέσιν διὰ τῆς ἰδίας ἐμφάσεως ἀποσημαίνει. οὐ γὰρ ἂν πατὴρ κεχωρισ μένος ἐφ' ἑαυτοῦ νοηθείη, μὴ υἱοῦ συνημμένου διὰ τῆς τοῦ πατρὸς ἐκφωνήσεως. πατέρα οὖν μαθόντες τῇ αὐτῇ 7 φωνῇ καὶ τὴν εἰς τὸν υἱὸν πίστιν συνεδιδάχθημεν. ἐπειδὴ τοίνυν τὸ θεῖον τῇ φύσει, ὅπερ ἐστὶ καθὸ ἔστιν, ἀεὶ ὡσαύτως ἔχει, οὔτε ποτέ τι μὴ ὂν ὃ νῦν ἐστιν οὔτε ποτέ τι ἐσόμενον ὃ νῦν οὐκ ἔστιν, πατὴρ δὲ ὠνομάσθη παρὰ τοῦ λόγου ὁ ἀληθινὸς πατήρ, τῷ δὲ πατρὶ καὶ ὁ υἱὸς συνεμφαίνεται, ἀναγκαίως πιστεύομεν, ὅτι ὁ μηδεμίαν τροπὴν ἢ ἀλλοίωσιν ἐν τῇ φύσει παραδεχόμενος, ὃ νῦν ἐστι, καὶ ἀεὶ πάντως ἦν ἤ, εἴ ποτέ τι οὐκ ἦν, οὐδὲ νῦν πάντως ἐστίν. ἐπεὶ οὖν πατὴρ ὑπὸ τοῦ ἀληθινοῦ λόγου κατονομάζεται, πάντοτε πάντως καὶ ἦν πατὴρ καὶ ἐστὶ καὶ ἔσται ὡς ἦν. οὐ γὰρ δὴ θέμις ἐπὶ τῆς θείας τε καὶ ἀκηράτου φύσεως μὴ πάν 8 τοτε τὸ καλὸν περὶ αὐτὴν εἶναι λέγειν. εἰ γὰρ μὴ ἀεὶ ἦν ὃ νῦν ἐστιν, ἐτράπη πάντως ἢ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ κρείττο νος ἢ πρὸς τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος· τούτων δὲ ἴσον ἐστὶ τὸ ἀσεβὲς καθ' ἑκάτερον, ὁπότερον ἂν ἐπὶ τῆς θείας λέγηται φύσεως. ἀλλὰ μὴν ἀνεπίδεκτόν ἐστι τὸ θεῖον τροπῆς τε καὶ ἀλλοιώσεως. ἄρα πᾶν ὅτιπέρ ἐστι καλὸν καὶ ἀγαθόν, ἀεὶ περὶ τὴν τοῦ καλοῦ θεωρεῖται πηγήν· καλὸν δὲ καὶ καλοῦ παντὸς ἐπέκεινα ὁ μονογενής ἐστι θεὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὢν ἐν τοῖς κόλποις, οὐχὶ ἐγγενόμενος.

9 Οὐκοῦν ἀποδέδεικται διὰ τούτων τὸ ἐξ ἀϊδίου τὸν υἱὸν ἐνθεωρεῖσθαι τῷ πατρὶ τῷ ἐν ᾧ ἐστι, ζωὴν ὄντα καὶ φῶς καὶ ἀλήθειαν καὶ πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα, ὧν χωρὶς ἐφ' ἑαυτοῦ λέγειν εἶναί ποτε τὸν πατέρα τῆς ἐσχάτης ἀσεβείας ἅμα καὶ παραπληξίας ἐστί. εἰ γὰρ ὁ υἱός, καθὼς ἡ γραφὴ λέγει, δύναμίς ἐστι θεοῦ καὶ σοφία καὶ ἀλήθεια καὶ φῶς καὶ ἁγιασμὸς καὶ εἰρήνη καὶ ζωὴ καὶ τὰ τοιαῦτα, πρὸ τοῦ τὸν υἱὸν εἶναι, καθὼς τοῖς αἱρετικοῖς δοκεῖ, οὐδὲ ταῦτα ἦν πάντως. τούτων δὲ μὴ ὄντων κενὸν πάντως τῶν τοιούτων ἀγαθῶν τὸν πατρῷον ἐννοήσουσι 10 κόλπον. ὡς ἂν οὖν μήτε ὁ πατὴρ ἔρημός ποτε τῶν ἑαυτοῦ ἀγαθῶν ἐννοηθείη μηδὲ εἰς ταύτην τὴν ἀτοπίαν ἐκπέσοι τὸ δόγμα, ἀναγκαίως κατὰ τὴν φωνὴν τοῦ δεσπότου τῇ ἀϊδιότητι τοῦ πατρὸς ἡ περὶ τοῦ υἱοῦ πίστις συνθεωρεῖται. οὗ χάριν πάντα καταλιπὼν τὰ ὀνόματα, ὅσα πρὸς ἔνδειξιν τῆς ὑπερκειμένης φύσεως λέγεται, τὴν τοῦ πατρὸς κλῆσιν ὡς ἐνδεικτικωτέραν τῆς ἀληθείας ἐκτίθεται ἡμῖν ἐπὶ τῆς πίστεως, ἥτις καθὼς εἴρηται τῇ σχετικῇ διανοίᾳ καὶ τὸν 11 υἱὸν μεθ' ἑαυτῆς συνενδείκνυται. τοῦ δὲ υἱοῦ, ὅς ἐστιν ἐν τῷ πατρί, ἀεὶ ὄντος ὅπερ ἐστίν, καθὼς εἴρηται καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις, ὅτι τὸ θεῖον τῇ φύσει τὴν πρὸς τὸ μεῖζον αὔξησιν οὐ προσδέχεται (οὐ γὰρ ὁρᾷ τι ἔξω ἑαυτοῦ ἀγαθὸν ἄλλο, οὗ κατὰ μετουσίαν προσλαμβάνει τὸ πλέον) ἀλλ' ἀεὶ ὡσαύτως ἔχοντος, οὔτε ἀποβάλλοντος ὃ ἔχει οὔτε προσλαμβάνοντος ὃ μὴ ἔχει (οὔτε γάρ τι τῶν ἀποβλήτων ἔχει, καὶ εἴ τι μακάριον καὶ ἀκήρατον καὶ ἀληθινὸν καὶ ἀγαθὸν περὶ αὐτὸν καὶ ἐν αὐτῷ πάντως ἐστίν, ἀναγκαίως ὁρῶμεν οὐκ ἐξ ἐπικτήσεως αὐτῷ προσγινόμενον τὸ πνεῦμα τὸ ἀγαθόν τε καὶ ἅγιον, ὅπερ ἐστὶν εὐθές, ἡγεμονικόν, ζωοποιόν, τὸ πάσης τῆς κτίσεως περικρατητικόν τε καὶ ἁγιαστικόν, ὃ πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται, ὡς μηδέν τι μεταξὺ