1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

8

τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐν τῇ φύσει οὔσης τῆς ἐξουσίας (τό τε γὰρ πνεῦμα τὸ ἅγιον ὅπου θέλει πνεῖ καὶ πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται, καὶ ὁ υἱὸς δι' οὗ τὰ πάντα ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, πάντα ὅσα ἠθέλησεν ἐποίησεν καὶ οὓς θέλει ζωοποιεῖ, καὶ ὁ πατὴρ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ τοὺς χρόνους ἔθετο, ἀπὸ τῶν χρόνων δὲ καὶ πάντα τὰ ἐν τῷ χρόνῳ γεγενημένα νοοῦμεν εἶναι τῷ πατρὶ ὑπεξούσια)· εἰ οὖν ἐν ἐξουσίᾳ τοῦ ποιεῖν ἃ βούλεται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς εἴπομεν, ἀποδέδεικται, τίνα νοῦν ἡ τοῦ συγ 45 κλήρου τῆς ἐξουσίας λέξις ἔχει, κατιδεῖν οὐκ ἔστιν. ὁ γὰρ πάντων κληρονόμος, ὁ τῶν αἰώνων δημιουργός, ὁ τῇ δόξῃ τοῦ πατρὸς συνεκλάμπων καὶ χαρακτηρίζων ἐν ἑαυτῷ τοῦ πατρὸς τὴν ὑπόστασιν, πάντα ὅσα ἔχει ὁ πατὴρ αὐτὸς ἔχει καὶ πάσης τῆς ἐξουσίας κύριός ἐστιν, οὐ μεθισταμένης ἀπὸ τοῦ πατρὸς εἰς τὸν υἱὸν τῆς ἀξίας, ἀλλὰ καὶ παρ' αὐτῷ μενούσης καὶ ἐν ἐκείνῳ οὔσης. ὅ τε γὰρ ἐν τῷ πατρὶ ὢν μετὰ πάσης δηλαδὴ τῆς ἑαυτοῦ δυνάμεώς ἐστιν ἐν τῷ πατρὶ καὶ ὁ ἐν ἑαυτῷ τὸν πατέρα ἔχων πᾶσαν ἐμπεριέχει 46 τὴν πατρικὴν ἐξουσίαν καὶ δύναμιν. ὅλον γὰρ ἔχει ἐν ἑαυτῷ τὸν πατέρα καὶ οὐχὶ μέρος αὐτοῦ· ὁ δὲ ὅλον ἔχων καὶ τὴν ἐξουσίαν αὐτοῦ πάντως ἔχει. τί οὖν νοῶν Εὐνόμιος ἀποφαίνεται μὴ ἔχειν τὸν πατέρα σύγκληρον τῆς ἐξουσίας, εἴποιεν ἂν ἴσως οἱ τῆς ματαιότητος αὐτοῦ μαθηταί· ὁ γὰρ εἰδὼς ἐπαΐειν λόγων τὰ δίχα διανοίας λεγόμενα ὁμολογεῖ συνεῖναι μὴ δύνασθαι. οὐκ ἔχει, φησί, σύγκληρον τῆς ἐξουσίας ὁ πατήρ. τίς γάρ ἐστιν ὁ λέγων ἐκ διακληρώσεως ὑπὲρ τῆς ἐξουσίας πρὸς ἀλλήλους τόν τε πατέρα καὶ τὸν υἱὸν διαμάχεσθαι; οἷς μεσιτεύων ὁ ἱερὸς Εὐνόμιος διὰ φιλικῆς συμβάσεως ἄνευ κλήρου νέμει τῷ πατρὶ μόνῳ τὰ πρεσβεῖα τῆς ἐξου 47 σίας. ὁρᾶτε τὸ καταγέλαστον καὶ παιδαριῶδες τῆς χαμαι ζήλου ταύτης τῶν δογμάτων ἐκθέσεως. ἆρα ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, λέγων ἃ γενέσθαι θέλει καὶ ποιῶν ἐν τῇ τοῦ προστάγματος δυνάμει ἃ βούλεται, οὗ σύνδρομός ἐστι τῇ βουλήσει ἡ δύναμις καὶ μέτρον τῆς δυνάμεως αὐτοῦ τὸ θέλημα γίνεται (Αὐτὸς γάρ, φησίν, εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτί σθησαν), ὁ πάντα δι' ἑαυτοῦ ποιήσας καὶ ἐν ἑαυτῷ συ στήσας, οὗ χωρὶς τῶν ὄντων οὐδὲν οὔτε ἐγένετο οὔτε ἐν τῷ εἶναι μένει, οὗτος ἀναμένει ἐκ διακληρώσεώς τινος 48 σχεῖν τὴν ἐξουσίαν; κρίνατε οἱ ἀκούοντες, εἰ ὁ ταῦτα λέ γων ἐν τῷ καθεστηκότι τὴν διάνοιαν ἔχει.

Εἷς γάρ ἐστι, φησί, καὶ μόνος θεὸς παντο κράτωρ. εἰ μὲν οὖν τὸν πατέρα διὰ τῆς τοῦ παντοκράτορος προσηγορίας ἐνδείκνυται, ἡμέτερον λέγει τὸν λόγον καὶ οὐκ ἀλλότριον· εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν πατέρα νοεῖ παντο κράτορα, καὶ τὴν περιτομήν, εἰ δοκεῖ, κηρυσσέτω ὁ τῶν δογμάτων τῶν Ἰουδαϊκῶν προστάτης. τῶν γὰρ Χριστιανῶν ἡ πίστις πρὸς τὸν πατέρα βλέπει, πάντα δέ ἐστιν ὁ πατήρ, ὕψιστος, παντοκράτωρ, βασιλεὺς τῶν βασιλευόντων, κύριος τῶν κυριευόντων, καὶ πάντα ὅσα τῆς ὑψηλῆς ἔχεται σημα σίας, τοῦ πατρός ἐστιν ἴδια· τὰ δὲ τοῦ πατρὸς τοῦ υἱοῦ ἐστι πάντα, ὥστε τούτου ὄντος κἀκεῖνα δεχόμεθα. εἰ δὲ ἀφεὶς τὸν πατέρα ἄλλον παντοκράτορα λέγει, τὰ τῶν Ἰουδαίων λέγει ἢ καὶ τοῖς Πλάτωνος ἕπεται λόγοις· καὶ γὰρ κἀ κεῖνόν φασι τὸν φιλόσοφον λέγειν εἶναί τινα ὑπεράνωθεν 49 κτίστην καὶ ποιητὴν ὑποβεβηκότων τινῶν θεῶν. ὥσπερ οὖν ἐν τοῖς Ἰουδαϊκοῖς καὶ Πλατωνικοῖς δόγμασιν ὁ τὸν πατέρα μὴ παραδεχόμενος Χριστιανὸς οὐκ ἔστιν, κἂν παντοκρά τορά τινα πρεσβεύῃ ἐπὶ τοῦ δόγματος, οὕτω καὶ ὁ Εὐνό μιος καταψεύδεται τοῦ ὀνόματος, ἰουδαΐζων μὲν τῷ φρονή ματι ἢ τὰ τῶν Ἑλλήνων πρεσβεύων, τὴν δὲ τῶν Χριστιανῶν προσηγορίαν ὑποδυόμενος. ἀλλὰ καὶ περὶ τῶν κατὰ τὸ ἀκόλουθον ἐκτεθειμένων ὁ αὐτὸς ἔσται λόγος. λέγει γὰρ ὅτι θεὸς θεῶν. προσθέντες ἡμεῖς τὸ τοῦ πατρὸς ὄνομα τὴν φωνὴν οἰκειούμεθα, εἰδότες ὅτι ὁ πατὴρ θεός ἐστι τῶν θεῶν. τὰ δὲ τοῦ πατρὸς πάντα τοῦ υἱοῦ ἐστι πάντως. 50 καὶ κύριος τῶν κυριευόντων. ὁ αὐτὸς καὶ περὶ τούτου λόγος. καὶ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. ὃν γὰρ ἂν τῇ διανοίᾳ λάβῃς,