1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

35

δόξαν καὶ πάντα τὰ τοιαῦτα κηρύσσοντος πλὴν τῆς κατὰ τὰς ὑποστάσεις δια φορᾶς, οὗτος ὅταν μὲν βούληται κοινοποιῆσαι πρὸς τὴν κτίσιν τοῦ μονογενοῦς τὴν οὐσίαν, πρωτότοκον αὐτὸν λέγει πάσης τῆς κτίσεως κατὰ τὴν προαιώνιον ὕπαρξιν, ἀδελφὰ τοῦ κυρίου πάντα τὰ ἐν τῇ κτίσει νοούμενα διὰ τῆς φωνῆς ταύτης εἶναι ἀποφαινόμενος· ὁ γὰρ πρωτότοκος οὐ τῶν ἑτερογενῶν, ἀλλὰ τῶν ὁμογενῶν πάντως ἐστὶ πρωτότοκος· ὅταν δὲ τῆς πρὸς τὸν υἱὸν συναφείας ἀποσχίζῃ τὸ πνεῦμα, μονογενῆ αὐτὸν λέγει, μὴ ἔχοντα ἀδελφὸν ὁμογενῆ, οὐχ ἵνα ἄνευ ἀδελφῶν αὐτὸν νοήσῃ, ἀλλ' ἵνα διὰ τούτου κατα σκευάσῃ περὶ τοῦ πνεύματος τὸ κατὰ τὴν οὐσίαν ἀλλό 6 τριον. τὸ μὲν γὰρ μὴ λέγειν "1ἀδελφὸν"2 τὸ πνεῦμα τὸ ἅγιον παρὰ τῆς γραφῆς μεμαθήκαμεν· τὸ δὲ μὴ δεῖν ὁμογενὲς τῷ υἱῷ λέγειν τὸ πνεῦμα οὐδαμόθεν ἐκ τῶν θείων ἀποδείκνυται λόγων. εἰ γὰρ ἡ ζωοποιὸς δύναμις ἐν πατρὶ καὶ υἱῷ ἀποδείκνυται καὶ πνεύματι ἁγίῳ κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν, εἰ τὸ ἄφθαρτόν τε καὶ ἄτρεπτον καὶ τὸ κακοῦ παντὸς ἀνεπίδεκτον, εἰ τὸ ἀγαθὸν καὶ τὸ εὐθὲς καὶ τὸ ἡγεμονικὸν καὶ τὸ πάντα ἐν πᾶσιν ἐνεργοῦν καθὼς βούλεται, εἰ πάντα τὰ τοιαῦτα ὡσαύτως ἔστιν ἰδεῖν ἐπὶ πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, πῶς ἔστι διὰ 7 τῆς ἐν τούτοις ταὐτότητος τὸ ἑτερογενὲς ἐννοῆσαι;

Οὐκοῦν τὸ μὴ δεῖν ἀδελφότητά τινα περὶ τὸν μονογενῆ θεωρεῖν ὁ τῆς εὐσεβείας συντίθεται λόγος, τὸ δὲ μὴ εἶναι τῷ υἱῷ ὁμογενὲς τὸ πνεῦμα, τῷ εὐθεῖ τὸ εὐθές, τῷ ἀγαθῷ τὸ ἀγαθόν, τῷ ζωοποιῷ τὸ ζωοποιόν, τοῦτο τῆς αἱρετικῆς κακουργίας ἐκ τῆς τοῦ λόγου ἀκολουθίας σαφῶς ἀποδέ δεικται. τί οὖν διὰ τούτων κολοβοῦται ἡ μεγαλειότης τοῦ πνεύματος; οὐδὲν γάρ ἐστι τὸ πλεονασμὸν ἢ ὕφεσιν ἐμποι ῆσαι δυνάμενον ἐκ τῶν θεοπρεπῶν νοημάτων, ὧν πάντων κατὰ τὸ ἴσον ἐπιλεγομένων τῷ τε υἱῷ καὶ τῷ πνεύματι παρὰ τῆς ἁγίας γραφῆς ἐν τίνι βλέπει τὸ ἄνισον οὐκ ἂν εἰπεῖν ἔχοι. ἀλλὰ γυμνὴν καὶ ἀκατάσκευον καὶ μηδεμιᾶς ἠρτημένην ἀκολουθίας τὴν κατὰ τοῦ ἁγίου πνεύματος προ φέρει ἀσέβειαν. 8 Οὔτε μὴν ἄλλῳ, φησί, τινὶ συντασσόμενον· ἁπάντων γὰρ ἀναβέβηκε τῶν διὰ τοῦ υἱοῦ γε νομένων ποιημάτων γενέσει καὶ φύσει καὶ δόξῃ καὶ γνώσει, ὡς πρῶτον ἔργον καὶ κρά τιστον τοῦ μονογενοῦς μέγιστόν τε καὶ κάλλι στον. ἐγὼ δὲ τὸ μὲν ἀπαίδευτον καὶ συρφετῶδες τῆς λέ ξεως ἄλλοις κωμῳδεῖν καταλείψω, ἀπρεπὲς εἶναι κρίνων πρεσβυτικῇ πολιᾷ τὴν ἐν τοῖς ῥήμασιν ἀπαιδευσίαν προφέ ρειν τῷ ἀσεβοῦντι εἰς τὸν προκείμενον λόγον. ἐκεῖνο δὲ 9 προσθήσω τῇ ἐξετάσει. εἰ πάντων ἀναβέβηκε τῶν τοῦ υἱοῦ "1ποιημάτων"2 τὸ πνεῦμα (χρήσομαι γὰρ αὐτοῦ τῇ σεσο λοικισμένῃ ταύτῃ καὶ ἀνοήτῳ φωνῇ, μᾶλλον δὲ πρὸς τὸ σαφέστερον διὰ τῆς ἐμαυτοῦ λέξεως παραστήσω τὸ νόημα), εἰ πάντων προέχει τῶν παρὰ τοῦ υἱοῦ γεγονότων, ἀσύν τακτόν ἐστι τῇ λοιπῇ κτίσει τὸ πνεῦμα τὸ ἅγιον· καὶ εἰ πλεονεκτεῖ δέ, καθώς φησιν ὁ Εὐνόμιος, τῷ πρὸ τῶν ἄλ λων γενέσθαι, ἀνάγκη πᾶσα καὶ ἐπὶ τῆς ἄλλης κτίσεως τὰ τῇ γενέσει κατὰ τὴν τάξιν προήκοντα τῶν ἐφεξῆς αὐτὸν ὁμολογεῖν προτιμότερα. ἀλλὰ μὴν τῆς τοῦ ἀνθρώπου 210 κατασκευῆς ἡ τῶν ἀλόγων προϋπέστη φύσις. οὐκοῦν κατα σκευάσει πάντως διὰ τούτων προτιμοτέραν εἶναι τῆς λογικῆς οὐσίας τὴν ἄλογον. οὕτω καὶ ὁ Κάϊν τοῦ Ἄβελ κρείττων κατὰ τὸν τοῦ Εὐνομίου λόγον δειχθήσεται, προτερεύων τῷ χρόνῳ κατὰ τὴν γένεσιν, οὕτω καὶ τῶν ἐκ τῆς γῆς φυο μένων ἁπάντων ἐλάττων καὶ καταδεεστέρα ἡ τῶν ἄστρων φύσις ἀναδειχθήσεται· τὰ μὲν γὰρ τῇ τρίτῃ τῶν ἡμερῶν ἐκ τῆς γῆς ἐξανέτειλεν, οἱ δὲ μεγάλοι φωστῆρες καὶ τὰ ἄστρα πάντα κατὰ τὴν τετάρτην γεγενῆσθαι παρὰ τοῦ 211 Μωϋσέως ἱστόρηνται. ἀλλὰ μὴν οὐδεὶς οὕτως ἀνόητος, ὡς τῶν οὐρανίων θαυμάτων τὴν γηΐνην πόαν προτιμοτέραν διὰ τὰ τοῦ χρόνου πρεσβεῖα λογίσασθαι ἢ τῷ Κάϊν δοῦναι κατὰ τοῦ Ἄβελ τὰ νικητήρια ἢ ὑποζεῦξαι τοῖς ἀλόγοις τὸν ἄνθρωπον τὸν μετ' ἐκεῖνα γενόμενον. οὐκ ἄρα νοῦν ἔχει τινὰ τὸ παρὰ τούτου λεγόμενον, ὅτι διὰ τὸ πρὸ τῶν ἄλλων γενέσθαι τὸ πνεῦμα προτιμοτέραν ἔχει τῶν ἐφεξῆς γεγονότων τὴν φύσιν. 212