1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

38

ἡμῶν. 226 καὶ ὁ προφήτης ἐκ προσώπου τοῦ θεοῦ φησιν Ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε. ἡ δὲ τῶν ὀκλαζόντων ἀνόρθωσις μυριοτρόπως ὑπὸ τῆς γραφῆς εἰς τὴν τοῦ θεοῦ δύναμιν ἀναφέρεται· Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ κύριος ἀντελάβετό μου, καὶ Ὅταν πέσῃ, οὐ καταρραχθήσεται, ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ, καὶ Κύριος ἀνορθοῖ κατερραγμένους. ἡ δὲ τῶν πονούντων ἀνάκτησις τῆς τοῦ θεοῦ φιλανθρωπίας τὴν ὁμολογίαν ἔχει, εἴπερ ὃ παρὰ τῆς προφητείας ἐμάθομεν καὶ οὗτος ἐνόησε, καθὼς ὁ λόγος φησὶν ὅτι Ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. 227

Μέχρι μὲν οὖν τούτου διὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας ἀποδείκνυται τὸ μεγαλεῖον τοῦ πνεύματος· ἐν δὲ τοῖς ἐφεξῆς πάλιν τῷ αἱρετικῷ βορβόρῳ τὸ καθαρὸν τῆς εὐσεβείας καταμολύνεται. φησὶ γὰρ περὶ τοῦ πνεύματος ὅτι τοῖς ἀγωνιζομένοις ὑποφωνεῖ, τοῦτο δὲ τῆς ἐσχάτης ἀνοίας τε καὶ ἀσεβείας τὴν κατηγορίαν ἔχει. ἐν γὰρ τοῖς σταδίοις οἱ μὲν ἀγωνοθετοῦσι τοῖς μέλλουσι τὴν ἀθλητικὴν ἰσχὺν ἐπιδείκνυσθαι, οἱ δὲ τῇ δυνάμει καὶ τῇ τέχνῃ τῶν ἄλλων προέχοντες ὑπὲρ τῆς νίκης ἀθλοῦσι, πρὸς τοὺς κατ' ἀλλήλων ἀγῶνας ἀποδυόμενοι, οἱ δὲ λοιποὶ ταῖς εὐνοίαις πρὸς τοὺς ἀγωνιστὰς μεριζόμενοι, ὅπως ἂν ἔχωσιν ἕκαστος περί τινα τῶν ἀθλητῶν σπουδῆς τε καὶ διαθέσεως, ἐν τῷ καιρῷ τῆς συμπλοκῆς ὑποφωνοῦσιν ἢ τὸ προϊδεῖν τὴν λαβὴν ἢ τὸ μνησθῆναι παλαίσματος ἢ τὸ φυλάξαι διὰ τῆς τέχνης ἑαυτὸν ἀκατάπτωτον. εἰς τίνα τοίνυν τάξιν τὸ πνεῦμα τὸ ἅγιον καθίστησιν ὁ Εὐνόμιος, ἐκ τῶν εἰρημένων 228 κατανοήσατε. ἐν γὰρ τοῖς σταδίοις τῶν μὲν ἀγωνοθετούντων, τῶν δὲ κρινόντων τὴν νόμιμον ἄθλησιν, τῶν δὲ ἀγωνιζομένων, τῶν δὲ τοῖς ἀγωνιζομένοις ὑποφωνούντων, οἵτινες ὁμολογοῦνται πολὺ τῶν ἀθλούντων εἶναι καταδεέστεροι, ὡς ἕνα τῶν ἐκ τοῦ δήμου θεωμένων ἤ τινα τῶν τοῖς ἀθληταῖς ὑπηρετουμένων τὸ πνεῦμα τὸ ἅγιον ὁρᾷ ὁ Εὐνόμιος, ὃ μήτε ἀγωνοθετεῖ μήτε κρίνει τὴν νίκην μήτε πρὸς τὸν ἀντίπαλον ἀγωνίζεται, ἀλλὰ δι' ὑποφωνήσεως συνεργεῖ μὲν πρὸς τὴν νίκην οὐδέν (οὔτε γὰρ συναγωνίζεται οὔτε τὴν πρὸς αὐτὸ τοῦτο δύναμιν ἐμποιεῖ), βούλεται δὲ μόνον μὴ δεύτερον δειχθῆναι τῶν ἀντιπάλων τὸν παρ' αὐτοῦ σπουδαζόμενον 229.

Καὶ Παῦλος μὲν ἀγωνίζεται πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας καὶ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· τὸ δὲ πνεῦμα τῆς δυνάμεως οὐκ ἐνισχύει τοὺς ἀθλητὰς οὐδὲ διανέμει τοῖς ἀθληταῖς τὰ χαρίσματα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, ἀλλὰ μέχρι τοῦ ὑποφωνεῖν τοῖς συμπλεκομένοις τὴν δύναμιν ἔχει. 230 Πάλιν φησὶ δειλανδροῦντας θρασύνων. ἀλλ' οὗτος μὲν ἀκολουθεῖ κατὰ τὸν ἑαυτοῦ λόγον τῇ προλαβούσῃ κατὰ τοῦ πνεύματος βλασφημίᾳ, φανεροῖ δὲ καὶ διὰ τοῦ ἐχθροῦ στόματος ἑαυτὴν ἡ ἀλήθεια. οὐδενὸς γάρ ἐστιν ἑτέρου θάρσος ἐμποιεῖν τοῖς δειλαινομένοις ἢ θεοῦ μόνου, λέγοντος τῷ δειλιῶντι Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, μηδὲν εὐλαβοῦ, ὥς φησιν ὁ προφήτης· Ἐὰν γὰρ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ. ἀλλὰ καὶ αὐτὸς ὁ δεσπότης πρὸς τοὺς δειλιῶντάς φησι Μὴ ταρασσέσθω ἡ καρδία ὑμῶν μηδὲ δειλιάτω, καὶ Τί δειλοί ἐστε, ὀλιγόπιστοι; καὶ Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε, καὶ Θαρσεῖτε πάλιν, ἐγὼ νενίκηκα τὸν κόσμον. οὐκοῦν καὶ ἄκοντος τοῦ Εὐνομίου δι' αὐτῆς τῆς 231 πολεμίας φωνῆς δείκνυσιν ἑαυτὴν ἡ ἀλήθεια. συμφωνεῖ δὲ καὶ ὁ ἐφεξῆς τῷ προάγοντι λόγος. ἁπάντων, φησί, κηδόμενος καὶ πᾶσαν φροντίδα καὶ πρόνοιαν εἰσφερόμενος. μόνου γάρ ἐστιν ὡς ἀληθῶς τοῦ θεοῦ τὸ κήδεσθαι καὶ φροντίζειν ἁπάντων, οὕτως εἰπόντος τοῦ μεγάλου ∆αβὶδ Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, κύριος 232 φροντιεῖ μου. εἰ δὲ τὸ λειπόμενον ἄνευ διανοίας ἐν ψόφῳ διακένων ῥημάτων διακεκρότηται, μηδεὶς αἰτιάσθω, ὁρῶν αὐτὸν ἐν τοῖς πλείοσι πάσης ἔμφρονος διανοίας ἄτονόν τε καὶ ἀπαίδευτον· τί γὰρ