1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

33

προσεμαρτύρησεν ἐν τῇ γενομένῃ αὐτῷ πρὸς τοὺς Ἰουδαίους κατὰ τὴν Ῥώμην δημηγορίᾳ, ὅτε φησὶ Καλῶς εἶπε περὶ ὑμῶν τὸ πνεῦμα τὸ ἅγιον ὅτι Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, δεικνὺς ὡς οἶμαι δι' αὐτῆς τῆς ἁγίας γραφῆς, ὅτι πᾶσα ὀπτασία θειο τέρα καὶ πᾶσα θεοφάνεια καὶ πᾶς λόγος ἐκ προσώπου θεοῦ λεγόμενος ἐπὶ τοῦ πατρὸς νοεῖται καὶ ἐπὶ τοῦ υἱοῦ 194 καὶ ἐπὶ τοῦ πνεύματος τοῦ ἁγίου. διὰ τοῦτο τοῦ ∆αβὶδ εἰπόντος ὅτι Παρώργισαν τὸν θεὸν ἐν τῇ ἐρήμῳ καὶ παρώ ξυναν αὐτὸν ἐν γῇ ἀνύδρῳ, ὁ ἀπόστολος εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀναφέρει τὰ παρὰ τῶν Ἰσραηλιτῶν κατὰ τοῦ θεοῦ γεγενημένα, οὕτω γράψας τῷ ῥήματι· ∆ιό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, καὶ τὰ ἄλλα πάντα τῷ προσώπῳ τοῦ ἁγίου πνεύματος ἀνατίθησιν, ὅσα ἡ προφητεία πρὸς θεὸν ἀναφέρει. οἱ δὲ τρεῖς ἡμῖν θεοὺς διὰ τῶν τοιούτων ἐπιθρυλοῦντες δογμάτων οὔπω τάχα οὐδὲ 195 ἀριθμεῖν ἐδιδάχθησαν. εἰ γὰρ ὁ υἱὸς καὶ ὁ πατὴρ οὐ μερίζονται ἀπ' ἀλλήλων εἰς δυϊκὴν σημασίαν (ἓν γάρ εἰσι καὶ οὐχὶ δύο κατὰ τὴν τοῦ κυρίου φωνήν), ἓν δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον, πῶς τὸ ἓν τῷ ἑνὶ συντιθέμενον εἰς τριῶν θεῶν ἀριθμὸν διασχίζεται; ἢ δῆλον πάντως ἐστὶν ὅτι οὐκ ἄν τις ἐπικαλέσειεν ἡμῖν τριῶν θεῶν ἀριθμόν, μὴ πρότερον αὐτὸς θεῶν δυάδα ἐν τῷ ἰδίῳ δόγματι κατασκευάζων.

Τοῖς γὰρ δύο τὸ ἓν συντιθέμενον τὴν τριάδα τῶν θεῶν ἀπερ γάζεται. παρ' ὧν δὲ εἷς προσκυνεῖται θεὸς ἐπ' ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, ποίαν ἔχει χώραν ἡ τῶν τριῶν θεῶν κατηγορία; 196 Ἀλλ' ἐπαναλάβωμεν πάντα τοῦ Εὐνομίου τὸν λόγον. γενόμενος, φησί, παρὰ τοῦ μόνου θεοῦ διὰ τοῦ μονογενοῦς [καὶ τοῦτο]. τίς οὖν ἡ ἀπόδειξις τοῦ καὶ τοῦτο ἐν τῶν παρὰ τοῦ μονογενοῦς γεγονότων εἶναι; πάντα δι' αὐτοῦ γεγενῆσθαι πάντως ἐροῦσιν, ἐν δὲ τοῖς πᾶσι συμπεριειλῆφθαι καὶ τοῦτο. πρὸς οὓς ἐροῦμεν ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, ὅσα ἐγένετο, ἐγένετο δέ, καθὼς ὁ Παῦ λός φησιν, ὁρατά τε καὶ ἀόρατα, θρόνοι ἀρχαὶ ἐξουσίαι κυριότητες δυνάμεις, ἐν δὲ τοῖς ἀπηριθμημένοις διὰ τῶν θρόνων τε καὶ τῶν δυνάμεων τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ ὑπὸ τοῦ Παύλου κατείλεκται. ἕως τούτου τὰ 197 πάντα. τὸ δὲ πνεῦμα τὸ ἅγιον ὡς ὑπὲρ τὴν φύσιν τῶν γεγονότων ἐν τῇ ἀπαριθμήσει τῶν ὄντων ὁ Παῦλος ἀπεσιώ πησεν, οὔτε τὸ γενέσθαι οὔτε τὸ ὑποτετάχθαι διὰ τῶν ἑαυτοῦ λόγων ἡμῖν ἐνδειξάμενος· ἀλλ' ὥσπερ ὁ προφήτης ἀγαθὸν καὶ εὐθὲς καὶ ἡγεμονικὸν ὀνομάζει τὸ πνεῦμα τὸ ἅγιον, διὰ τοῦ ἡγεμονικοῦ τὸ ἀρχικὸν ἐνδεικνύμενος, οὕτω καὶ ὁ ἀπόστολος πάντα ἐν πᾶσιν ἐνεργεῖν καθὼς βούλεται διοριζόμενος τὴν αὐθεντικὴν ἐξουσίαν προσμαρτυρεῖ τῇ ἀξίᾳ τοῦ πνεύματος. ὁ δὲ κύριος τὴν αὐτεξούσιον αὐτοῦ δύνα μίν τε καὶ ἐνέργειαν ἐν τῷ πρὸς Νικόδημον λόγῳ φανερὰν 198 ποιεῖ λέγων ὅτι Τὸ πνεῦμα ὅπου θέλει πνεῖ. πῶς οὖν ὁ Εὐνόμιος ἓν καὶ τοῦτο τῶν γεγονότων εἶναι παρὰ τοῦ υἱοῦ διορίζεται, τῇ ἀϊδίῳ ὑποταγῇ καταδεδικασμένον; καθ άπαξ γάρ, φησίν, ὑποτεταγμένον, οὐκ οἶδα ποίῳ τῆς ὑποταγῆς εἴδει τὸ ἡγεμονικόν τε καὶ ἀρχικὸν ὑποζεύξας. πολύσημος γὰρ ἡ τοιαύτη φωνὴ παρὰ τῇ ἁγίᾳ γραφῇ καὶ πολυτρόπως νοουμένη καὶ λεγομένη. καὶ γὰρ καὶ τὴν ἄλογον φύσιν ὑποτετάχθαι φησὶν ὁ προφήτης, καὶ τοὺς ἐν πολέμῳ κεκρατημένους τῷ αὐτῷ ὑπάγει ὀνόματι, καὶ ∆ού λους τοῖς ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, νομοθετεῖ ὁ ἀπό στολος, καὶ τὰ τέκνα ἐν ὑποταγῇ ἔχειν τοὺς τῆς ἱερωσύ νης προεστηκότας διακελεύεται, ὡς τῆς γινομένης παρ' αὐτῶν ἀταξίας καθ' ὁμοιότητα τῶν Ἠλεὶ τοῦ ἱερέως παί 199 δων εἰς τοὺς πατέρας διαβαινούσης. ἀλλὰ καὶ πάντων τῶν ἀνθρώπων τὴν πρὸς τὸν θεὸν ὑποταγήν, ὅταν ἑνωθέντες οἱ πάντες ἀλλήλοις διὰ τῆς πίστεως ἓν σῶμα τοῦ κυρίου τοῦ ἐν πᾶσιν ὄντος γενώμεθα, τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὑπο ταγὴν ὁ ἀπόστολος λέγει, τῆς παρὰ πάντων ὁμοθυμαδὸν γινομένης τῷ υἱῷ προσκυνήσεως παρά τε τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων εἰς τὴν τοῦ πατρὸς δόξαν διαβαινούσης, οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Αὐτῷ