2
γλώττῃ ἐργάζεται, παντὸς μὲν κιθαριστοῦ, πάσης δὲ μουσικῆς ἡδίω καὶ χρησιμωτέραν φωνὴν ἀφιείς. Ἔστι δὲ αὐτῷ προσκήνιον μὲν, ὁ οὐρανὸς ἅπας· θέατρον δὲ, ἡ οἰκουμένη· θεαταὶ 59.26 δὲ καὶ ἀκροαταὶ, πάντες ἄγγελοι, καὶ ἀνθρώπων ὅσοιπερ ἄγγελοι τυγχάνουσιν ὄντες, ἢ καὶ γενέσθαι ἐπιθυμοῦσιν. Οὗτοι γὰρ μόνοι ταύτης ἀκριβῶς ἐπακοῦσαι δύναιντ' ἂν τῆς ἁρμονίας, καὶ ἐπὶ τῶν ἔργων αὐτὴν ἐπιδείξασθαι, καὶ ἀκροατὰς εἶναι, οἵους εἶναι χρή. Ὡς οἵ γε ἄλλοι πάντες, καθάπερ τὰ παιδία τὰ μικρὰ, ἀκούουσι μὲν, οὐκ ἴσασι δὲ ἅπερ ἀκούουσιν, ἀλλὰ περὶ πλακοῦντας ἐπτόηνται καὶ ἀθύρματα παιδικά· οὕτω δὴ καὶ οὗτοι γελῶντες, τρυφῶντες, καὶ πλούτῳ, καὶ δυναστείᾳ, καὶ τῇ γαστρὶ ζῶντες, ἀκούουσι μὲν ἔσθ' ὅτε τῶν εἰρημένων, μέγα δὲ οὐδὲν οὐδὲ ὑψηλὸν ἐπὶ τῶν ἔργων ἐνδείκνυνται, τῷ καθάπαξ τῇ πλινθείᾳ καὶ τῷ πηλῷ προσηλοῦν ἑαυτούς. Τούτῳ τῷ ἀποστόλῳ αἱ ἄνωθεν δυνάμεις παρεστήκασιν, ἐκπληττόμεναι τὸ κάλλος αὐτοῦ τῆς ψυχῆς καὶ τὴν σύνεσιν, καὶ τὴν ὥραν τῆς ἀρετῆς, δι' ἧς καὶ αὐτὸν ἐπεσπάσατο τὸν Χριστὸν, καὶ τὴν πνευματικὴν εἴληφε χάριν. Καθάπερ γάρ τινα λύραν εὐάρμοστον καὶ λιθοκόλλητον χρυσοῦς ἔχουσαν φθόγγους, οὕτω τὴν αὑτοῦ παρασκευάσας ψυχὴν, ἔδωκε δι' αὐτῆς μέγα τι καὶ ὑψηλὸν ἐνηχῆσαι τῷ Πνεύματι. βʹ. Ὡς οὖν οὐκέτι τοῦ ἁλιέως, οὐδὲ τοῦ υἱοῦ Ζεβεδαίου, ἀλλὰ τοῦ τὰ βάθη τοῦ Θεοῦ εἰδότος, τοῦ Πνεύματος λέγω, ταύτην ἀνακρουομένου τὴν λύραν, οὕτως ἀκούωμεν. Οὐδὲν γὰρ ἀνθρώπινον ἡμῖν ἐρεῖ, ἀλλ' ἀπὸ τῶν ἀβύσσων τῶν πνευματικῶν, ἅπερ ἂν εἴπῃ, ἀπὸ τῶν ἀποῤῥήτων ἐκείνων, ἃ μηδὲ ἄγγελοι πρὶν ἢ γενέσθαι ᾔδεισαν· Μεθ' ἡμῶν γὰρ δὴ καὶ οὗτοι διὰ τῆς Ἰωάννου φωνῆς, καὶ δι' ἡμῶν ἔμαθον ἅπερ ἔγνωμεν. Καὶ τοῦτο ἐδήλωσεν ἀπόστολος ἕτερος, εἰπών· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Εἰ τοίνυν καὶ ἀρχαὶ καὶ ἐξουσίαι καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ διὰ τῆς Ἐκκλησίας ἔμαθον ταῦτα, εὔδηλον ὅτι καὶ αὗται μετὰ πολλῆς τῆς σφοδρότητος περὶ ταύτην ἐσπούδασαν τὴν ἀκρόασιν. Καὶ γὰρ καὶ τούτῳ τετιμήμεθα οὐ μικρῶς, τῷ μεθ' ἡμῶν τοὺς ἀγγέλους μαθεῖν ἅπερ ἠγνόουν· τὸ δὲ καὶ δι' ἡμῶν, οὔπω τέως φημί. Πολλὴν οὖν παρέχωμεν καὶ ἡμεῖς τὴν σιγὴν μετὰ τῆς εὐκοσμίας, μὴ σήμερον μόνον, μηδὲ κατὰ τὴν ἡμέραν ἐν ᾗ ἀκούομεν, ἀλλὰ διὰ παντὸς τοῦ βίου· ἐπειδὴ καὶ διὰ παντὸς ἀκούειν αὐτοῦ καλόν. Εἰ γὰρ τὰ ἐν βασιλείοις γινόμενα ποθοῦμεν εἰδέναι· οἷον, τί εἶπε, τί πεποίηκε, τί βουλεύεται περὶ τῶν ἀρχομένων ὁ βασιλεύων, καίτοι γε πολλάκις οὐδὲν πρὸς ἡμᾶς ὄντα· πολλῷ μᾶλλον ἅπερ ὁ Θεὸς εἶπε ποθεινὸν ἀκοῦσαι, καὶ μάλιστα ὅταν ἡμῖν ἅπαντα διαφέρῃ. Ταῦτα δὲ ἅπαντα μετὰ ἀκριβείας ἡμῖν οὗτος ἐρεῖ, φίλος αὐτοῦ τοῦ βασιλεύοντος ὤν· μᾶλλον δὲ καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, καὶ παρ' αὐτοῦ πάντα ἀκούων, ἃ παρὰ τοῦ Πατρὸς ἐκεῖνος· Ὑμᾶς γὰρ εἴρηκα φίλους, φησὶν, ὅτι πάντα, ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. Ὥσπερ οὖν εἴ τινα ἄνωθεν ἐκ τῆς κορυφῆς τοῦ οὐρανοῦ διακύψαντα ἀθρόον εἴδομεν, καὶ ἐπαγγελλόμενον τὰ ἐκεῖ μετὰ ἀκριβείας ἐρεῖν, πάντες ἂν ἐπεδράμομεν· οὕτω καὶ νῦν διατεθῶμεν. Ἐκεῖθεν γὰρ ἡμῖν ὁ ἀνὴρ οὗτος διαλέγεται. Οὐ γάρ ἐστιν ἐκ τοῦ κόσμου τούτου, καθώς φησι καὶ αὐτὸς ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου 59.27 τούτου· καὶ τὸν Παράκλητον ἔχει φθεγγόμενον ἐν ἑαυτῷ τὸν πανταχοῦ παρόντα, τὸν οὕτως ἀκριβῶς εἰδότα τὰ τοῦ Θεοῦ, ὡς τὰ ἑαυτῆς οἶδεν ἡ τῶν ἀνθρώπων ψυχή· τὸ Πνεῦμα τῆς ἁγιωσύνης, τὸ Πνεῦμα τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὸ χειραγωγοῦν εἰς τοὺς οὐρανοὺς, τὸ ποιοῦν ὀφθαλμοὺς ἑτέρους, τὸ παρασκευάζον τὰ μέλλοντα ὡς τὰ παρόντα ὁρᾷν, τὸ καὶ μετὰ σαρκὸς τὰ ἐν τοῖς οὐρανοῖς κατοπτεύειν παρέχον. Πολλὴν τοίνυν παρέχωμεν τὴν ἡσυχίαν διὰ παντὸς αὐτῷ τοῦ βίου· μηδεὶς νωθὴς, μηδεὶς ὑπνηλὸς, μηδεὶς ῥυπώδης ἐνταῦθα εἰσιὼν μενέτω· ἀλλὰ μεταστήσωμεν ἑαυτοὺς πρὸς τὸν οὐρανόν· ἐκεῖ γὰρ ταῦτα φθέγγεται τοῖς ἐκεῖ πολιτευομένοις. Κἂν μείνωμεν ἐπὶ τῆς γῆς, οὐδὲν κερδανοῦμεν ἐντεῦθεν μέγα. Οὐδὲν γὰρ πρὸς τοὺς οὐ βουλομένους ἀπαλλαγῆναι