330
σταυρὸν ἔρχεται. Πῶς γὰρ, ὁ καὶ εὐχόμενος τοῦτο γενέσθαι, καὶ δόξαν τὸ πρᾶγμα καλῶν, οὐκ αὐτοῦ μόνου τοῦ σταυρουμένου, ἀλλὰ καὶ τοῦ Πατρός; Ἐπεὶ καὶ οὕτως ἐγένετο· οὐ γὰρ ὁ Υἱὸς μόνον, ἀλλὰ καὶ ὁ Πατὴρ ἐδοξάσθη. Πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ᾔδεσαν· Ἰσραὴλ γάρ με, φησὶν, οὐκ ἔγνω· μετὰ δὲ τὸν σταυρὸν ἡ οἰκουμένη ἅπασα προσέδραμεν. Εἶτα λέγει καὶ τὸν τρόπον τῆς δόξης, καὶ πῶς αὐτὸν δοξάσει. Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς, ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, μὴ ἀπόληται. Τὸ γὰρ εὐεργετεῖν ἀεὶ, τῷ Θεῷ δόξα. Τί δέ ἐστι, Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Τέως δείκνυσιν, ὅτι οὐκ εἰς Ἰουδαίους μόνους τὰ τοῦ κηρύγματός ἐστι συνεσταλμένα, ἀλλὰ καὶ εἰς τὴν οἰκουμένην ἐκτείνεται πᾶσαν, καὶ προκαταβάλλεται προοίμια τῶν ἐθνῶν. Ἐπειδὴ γὰρ εἶπεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· μέλλει δὲ μετὰ ταῦτα λέγειν, Πο 59.434 ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, δείκνυσι καὶ τὸν Πατέρα τοῦτο βουλόμενον. Σφόδρα γὰρ τοῦτο ἐσκανδάλιζεν Ἰουδαίους, καὶ τοὺς μαθητὰς δέ. Οὐδὲ γὰρ μετὰ ταῦτα εὐκόλως ἠνείχοντο τῶν ἐθνῶν ἅπτεσθαι, ἕως τὴν τοῦ Πνεύματος ἔλαβον διδασκαλίαν· καὶ γὰρ οὐ μικρὸν σκάνδαλον ἐντεῦθεν Ἰουδαίοις ἐγίνετο. Μετὰ οὖν τὴν τοσαύτην τοῦ Πνεύματος ἐπίδειξιν, εἰς τὰ Ἱεροσόλυμα παραγενόμενος ὁ Πέτρος, μόλις ἴσχυσεν τὰ ἐγκλήματα διαφυγεῖν, εἰπὼν τὰ κατὰ τὴν σινδόνα. Τί δέ ἐστιν, Ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Πότε ἄρα τὴν ἐξουσίαν ταύτην ἔλαβεν, ἐρήσομαι τοὺς αἱρετικούς; πρὸ τοῦ πλάσαι αὐτοὺς, ἢ μετὰ τὸ πλάσαι; Αὐτὸς μὲν γάρ φησι, μετὰ τὸ σταυρωθῆναι καὶ ἀναστῆναι. Τότε γοῦν λέγει· Ἐδόθη μοι πᾶσα ἐξουσία. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Τί οὖν; οὐκ εἶχεν ἐξουσίαν τῶν ἔργων τῶν ἑαυτοῦ· ἀλλ' ἐποίησε μὲν αὐτοὺς, ἐξουσίαν δὲ αὐτῶν οὐκ εἶχε μετὰ τὸ ποιῆσαι; Καὶ μὴν φαίνεται πάντα αὐτὸς ποιῶν, καὶ ἐν τοῖς ἄνω χρόνοις, καὶ τοὺς μὲν κολάζων ὡς ἁμαρτάνοντας, τοὺς δὲ διορθούμενος ἐπιστρέφοντας (Οὐ μὴ κρύψω γὰρ, φησὶν, ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ, ὃ ἐγὼ μέλλω ποιεῖν)· τοὺς δὲ καὶ τιμῶν ὡς κατορθοῦντας. Εἶτα τότε μὲν εἶχε, νῦν δὲ ἀπώλεσε, καὶ πάλιν ἔλαβε; Καὶ ποῖος ἂν ταῦτα δαίμων ἐφθέγξατο; Εἰ δὲ ἡ αὐτὴ ἐξουσία καὶ τότε καὶ νῦν (Ὥσπερ ὁ Πατὴρ ἐγείρει, φησὶ, τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ), τί ἐστι τὸ εἰρημένον; Ἔμελλεν αὐτοὺς πέμπειν εἰς τὰ ἔθνη· ἵν' οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι διὰ τὸ λέγειν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, δείκνυσι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν. Εἰ δὲ μετὰ πολλῆς αὐτὸ τῆς εὐτελείας φθέγγεται, θαυμαστὸν οὐδέν· οὕτω γὰρ κἀκείνους ᾠκοδόμει τότε, καὶ τοὺς μετὰ ταῦτα· καὶ ὅπερ εἶπον, ἀεὶ τῇ τῆς εὐτελείας ὑπερβολῇ σφόδρα ἔπειθεν ὅτι συγκαταβάσεως ἦν τὰ εἰρημένα. βʹ. Τί δέ ἐστι, Πάσης σαρκός; Οὐ γὰρ δὴ πάντες ἐπίστευσαν. Καὶ μὴν, τὸ αὐτοῦ μέρος, πάντες ἐπίστευσαν· εἰ δὲ μὴ προσεῖχον τοῖς λεγομένοις, οὐ τοῦ διδάσκοντος τὸ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεχομένων. Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Εἰ δὲ καὶ ἐνταῦθα ἀνθρωπινώτερον φθέγγεται, μὴ θαυμάσῃς. Τῶν τε γὰρ εἰρημένων αἰτιῶν ἕνεκεν τοῦτο ποιεῖ, καὶ φυλαττόμενος ἀεὶ τὸ αὐτός τι περὶ ἑαυτοῦ λέγειν μέγα, ἐπειδὴ τοῦτο προσίστατο τοῖς ἀκροωμένοις, διὰ τὸ μηδὲν μέγα περὶ αὐτοῦ φαντάζεσθαι τέως. Ὁ γοῦν Ἰωάννης, ὅταν ἐξ οἰκείου φθέγγηται προσώπου, οὐχ οὕτω ποιεῖ, ἀλλ' ἐπὶ τὸ ὑψηλότερον ἀνάγει τὸν λόγον, οὕτω λέγων· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ ὅτι Ζωὴ ἦν, καὶ ὅτι Φῶς ἦν, καὶ ὅτι Εἰς τὰ ἴδια ἦλθεν· οὐχ ὅτι οὐκ εἶχεν ἐξουσίαν, εἰ μὴ ἔλαβεν· ἀλλ' ὅτι καὶ ἑτέροις ἔδωκεν Ἐξουσίαν τοῦ γενέσθαι τέκνα Θεοῦ. Καὶ ὁ Παῦλος ὁμοίως ἴσον αὐτὸν λέγει τῷ Θεῶ. 59.435 Αὐτὸς δὲ ἀνθρωπινώτερον αἰτεῖ οὕτω λέγων· Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Μόνον ἀληθινὸν Θεὸν, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων θεῶν φησι. Καὶ γὰρ εἰς τὰ ἔθνη αὐτοὺς πέμπειν ἔμελλεν. Εἰ δὲ οὐκ ἀνέξονται, ἀλλὰ διὰ τοῦτο μόνον ἐκβάλλουσι τοῦ εἶναι ἀληθινὸν