300
ἀλλ' ὅμως ἐγίνετο τὸ μηδὲ προσδοκηθέν. Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. Ἐπειδὴ γὰρ ἤκουσεν, ὅτι μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἐπεπήδησεν εὐθέως, ἀκόρεστος ὢν καὶ τῶν ἄκρων ἐφικνεῖσθαι βουλόμενος. Ἀλλ' ὁ Χριστὸς, δεικνὺς ὅτι αὐτοῦ μόνου ἐστὶ ταῦτα μετὰ αὐθεντίας ἐπαγγέλλεσθαι, φησί· Πρὶν ἀλέκτορα φωνῆσαι· τουτέστι, νῦν. Οὐδὲ γὰρ ἦν πολὺ τὸ διάστημα· ἀωρὶ γὰρ τῶν νυκτῶν διελέγετο, καὶ πρώτη καὶ δευτέρα ἦν φυλακὴ διελθοῦσα. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία. Τοῦτο λέγει, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἀκούσαντας ταράττεσθαι. Εἰ γὰρ ὁ κορυφαῖος καὶ οὕτω διάπυρος πρὸ φωνῆς ἀλέκτορος τρὶς ἀπαρνήσεσθαι ἤκουσε· μεγάλην τινὰ προσδοκᾷν αὐτοὺς περίστασιν ὑποστήσεσθαι εἰκὸς ἦν, ἱκανὴν καὶ τὰς ἀδαμαντίνους περιτρέψαι ψυχάς. Ἐπεὶ οὖν ταῦτα λογιζομένους εἰκὸς ἦν αὐτοὺς καὶ ἐκστῆναι, ὅρα πῶς αὐτοὺς παραμυθεῖται, Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, λέγων· τούτῳ πρώτῳ τῆς θεότητος αὐτοῦ τὴν δύναμιν ἐνδεικνύμενος, ὅτι ἃ κατὰ ψυχὴν εἶχον, ταῦτα οἶδε καὶ εἰς μέσον ἄγει. Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε· τουτέστι, πάντα παρελεύσεται τὰ δεινά. Ἡ γὰρ εἰς ἐμὲ πίστις καὶ τὸν γεγεννηκότα δυνατωτέρα τῶν ἐπιόντων ἐστὶ, καὶ οὐδὲν ἐάσει κρατῆσαι τῶν δυσχερῶν. Εἶτα ἐπάγει· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ὥσπερ τὸν Πέτρον ἀλύοντα παραμυθεῖται λέγων· Ἀκολουθήσεις δὲ ὕστερον· οὕτω καὶ τούτοις ταύτην τὴν ἐλπίδα ὑποφαίνει. Ἵνα γὰρ μὴ νομίσωσιν ἐκείνῳ μόνῳ τὴν ἐπαγγελίαν δεδόσθαι, φησίν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν, Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· τουτέστιν, ὅτι καὶ ὑμᾶς ἐκεῖνος ὁ χῶρος δέξεται ὁ καὶ τὸν Πέτρον. 59.397 Ἀφθονία γὰρ ἐκεῖ πολλὴ καταγωγίων, καὶ οὐκ ἔνι εἰπεῖν ὅτι ἑτοιμασίας δεῖται. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι, ἵνα μὴ νομίσωσιν εἰς τέλος ἐκκεκόφθαι, ἐπήγαγεν· Ἵνα, ὅπου ἐγώ εἰμι, καὶ ὑμεῖς ἐκεῖ ἦτε. Τοσαύτην ὑπὲρ τοῦ πράγματος τούτου πεποίημαι τὴν σπουδὴν, ὅτι ἤδη ἂν τούτου ἐγενόμην, εἰ μὴ πάλαι ὑμῖν παρεσκεύαστο. δεικνὺς ὅτι σφόδρα αὐτοὺς χρὴ θαῤῥεῖν καὶ πεποιθέναι. βʹ. Εἶτα ἵνα μὴ δόξῃ ὥσπερ ψυχαγωγῶν αὐτοὺς λέγειν, ἀλλὰ πιστεύσωσιν ὅτι οὕτως ἐστὶν, ἐπάγει· Καὶ ὅπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Ὁρᾷς πῶς δίδωσιν αὐτοῖς ἀπόδειξιν τοῦ μὴ ἁπλῶς ταῦτα εἰρῆσθαι; Τοῦτο δὲ λέγει, ἐπεὶ συνεῖδεν αὐτῶν τὴν ψυχὴν τοῦτο λοιπὸν ζητοῦσαν μαθεῖν. Ὁ μὲν γὰρ Πέτρος οὐχ ὑπὲρ τοῦ μαθεῖν, ἀλλ' ὥστε ἀκολουθῆσαι, ἔλεγεν ὅπερ ἔλεγεν. Ἐπειδὴ δὲ ἐπετιμήθη ἐκεῖνος, καὶ ὃ τέως ἀδύνατον ἐδόκει εἶναι, δυνατὸν αὐτὸς ἀπεφήνατο, ἀδύνατον δὲ φανὲν, εἰς ἐπιθυμίαν αὐτὸν ἤγαγε τοῦ γνῶναι μετὰ ἀκριβείας αὐτό· διὰ τοῦτο τούτοις φησί· Καὶ τὴν ὁδὸν οἴδατε. Ὥσπερ γὰρ εἰπὼν, Ἀπαρνήσῃ με, μηδενὸς μηδὲν προφθεγξαμένου, καὶ τὰ ἐν τῇ καρδίᾳ ἐρευνῶν ἔλεγε, Μὴ ταράττεσθε· οὕτω καὶ ἐνταῦθα εἰπὼν, ὅτι Οἴδατε, τὴν ἐπιθυμίαν ἐδήλου τὴν ἐν τῇ διανοίᾳ αὐτῶν, καὶ αὐτὸς αὐτοῖς δίδωσι πρόφασιν τοῦ ἐρωτῆσαι. Τὸ δὲ, Ποῦ ὑπάγεις; Πέτρος μὲν ἀπὸ φιλοστοργίας πολλῆς, Θωμᾶς δὲ ἀπὸ δειλίας λέγει. Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις. Τὸν τόπον οὐκ ἴσμεν, φησί· καὶ τὴν ἐκεῖ φέρουσαν ὁδὸν πῶς εἰσόμεθα; Καὶ ὅρα μεθ' ὅσης ὑποστολῆς. Οὐ γὰρ εἶπεν, Εἰπὲ ἡμῖν τὸν τόπον· ἀλλ', Οὐκ οἴδαμεν ποῦ ὑπάγεις. Τοῦτο γὰρ πάλαι πάντες μαθεῖν ὤδινον. Εἰ γὰρ Ἰουδαῖοι διηπόρουν ἀκούοντες, καίτοι γε ἀπαλλαγῆναι αὐτοῦ βουλόμενοι, πολλῷ μᾶλλον οἱ μηδέποτε αὐτοῦ χωρισθῆναι βουλόμενοι μαθεῖν ἤθελον. Ἐδεδοίκεισαν μὲν οὖν αὐτὸν ἐρωτῆσαι, ἐρωτῶσι δὲ ὅμως, ἀπό τε τοῦ πολλοῦ πόθου καὶ τῆς ἀγωνίας. Τί οὖν ὁ Χριστός; Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Τί οὖν οὐκ εὐθέως ἐρωτηθεὶς παρὰ τοῦ Πέτρου, Ποῦ ὑπάγεις; εἶπεν, Ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι· ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν νῦν· ἀλλὰ τοσούτων ἐνέβαλεν λόγων περίοδον, ἐρωτήσεις καὶ ἀποκρίσεις συντιθείς, Ἰουδαίοις μὲν γὰρ εἰκότως τοῦτο οὐκ ἔλεγε· τούτοις δὲ διατί; Εἶπε μὲν καὶ τούτοις καὶ Ἰουδαίοις, ὅτι ἐκ τοῦ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει· καὶ νῦν δὲ αὐτὸ λέγει σαφέστερον ἢ πρότερον. Ἄλλως δὲ,