329
ἐπιβουλαὶ, καὶ οἱ λόχοι πάντων ἀθλιώτερον ποιήσει τοῦ μετ' ἐκείνων πλυνομένου τὸν βίον. Τῆς γὰρ καταπτύστου θρυπτομένης ἐκείνης καὶ τρυφώσης, ἀνάγκη τὸν πόλεμον ἀναῤῥιπίζεσθαι εἰς τὴν ἐκείνης ἀρέσκειαν. Τοῦτο οὖν μυρίων θανάτων χαλεπώτερον καὶ πάσης ἀφορητότερον τιμωρίας. Ἀλλ' οὐκ ἐνταῦθα τοιοῦτον οὐδέν. Ὁ γὰρ καρπὸς, φησὶ, τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Οὐδαμοῦ πόλεμος, οὐδὲ χρημάτων ἄκαιρος δαπάνη, οὐδὲ ὀνείδη μετὰ δαπάνης· κἂν ὀβολὸν δῷς, κἂν ἄρτον, κἂν ποτήριον ψυχροῦν, πολλήν σοι τὴν χάριν εἴσεται, καὶ οὐδὲν ἐπὶ τό σε δακεῖν, καὶ λυπῆσαι ποιεῖ, ἀλλὰ πάντα ὥστε ποιῆσαί σε ἔνδοξον, καὶ πάσης ἀπαλλάξαι αἰσχύνης. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν συγγνώμην, ταῦτα μὲν ἀφιέντες, τοῖς δὲ ἐναντίοις ἑαυτοὺς ἐκδιδόντες, καὶ εἰς τὴν τοῦ πυρὸς κάμινον τὴν καιομένην ἑκόντες ἑαυτοὺς ἐκβάλλοντες; ∆ιὸ παρακαλῶ τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀνακτήσασθαι ἑαυτοὺς, καὶ πρὸς τὴν ὑγείαν ἐπαναγαγεῖν, μηδὲ ἀφιέναι εἰς ἀπόγνωσιν ἐμπεσεῖν. Ἐπεὶ καὶ ὁ υἱὸς ἐκεῖνος πολλῷ χαλεπώτερα τούτων ἔπαθεν· ἀλλ' ἐπειδὴ πρὸς τὸν οἶκον ἐπανῆλθε τὸν πατρῷον, καὶ ἐπὶ τῆς προτέρας ἐγένετο τιμῆς, καὶ τοῦ διαπαντὸς εὐδοκιμήσαντος ἐφάνη λαμπρότερος. Τοῦτον γὰρ ἡμεῖς ζηλώσωμεν, καὶ πρὸς 59.433 τὸν Πατέρα ἐπανελθόντες, ὀψὲ γοῦν ποτε τῆς αἰχμαλωσίας ἀποστῶμεν ἐκείνης, καὶ πρὸς τὴν ἐλευθερίαν ἑαυτοὺς μεταγάγωμεν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν 59.434 ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.433 ΟΜΙΛΙΑ Πʹ. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλ μοὺς
αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.
αʹ. Ὁ ποιήσας καὶ διδάξας, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ
τῶν οὐρανῶν· καὶ μάλα εἰκότως. Τὸ μὲν γὰρ διὰ ῥημάτων φιλοσοφεῖν, εὔκολον· ἡ δὲ διὰ τῶν ἔργων ἐπίδειξις, γενναίου τινὸς καὶ μεγάλου. ∆ιὸ καὶ ὁ Χριστὸς περὶ ἀνεξικακίας διαλεγόμενος, μέσον ἑαυτὸν προτίθησι, κελεύων ἐκεῖθεν λαμβάνειν τὰ ὑποδείγματα. ∆ιὰ τοῦτο καὶ μετὰ τὴν παραίνεσιν ταύτην ἐπὶ εὐχὴν τρέπεται, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς πάντα ἀφέντας ἐπὶ τὸν Θεὸν καταφεύγειν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε, καὶ κατέσεισεν αὐτῶν τὰς ψυχὰς, διὰ τῆς εὐχῆς ἀνίστησι πάλιν. Ὡς γὰρ ἀνθρώπῳ τέως προσεῖχον. Καὶ δι' ἐκείνους ταῦτα ποιεῖ, ὥσπερ οὖν καὶ ἐπὶ Λαζάρου, καὶ λέγει τὴν αἰτίαν, ὅτι ∆ιὰ τὸν ὄχλον τὸν παρεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ με ἀπέστειλας. Ναὶ, φησίν· ἀλλ' ἐπὶ μὲν τῶν Ἰουδαίων εἰκότως ταῦτα ἐγίνετο· ἐπὶ δὲ τῶν μαθητῶν τίνος ἕνεκεν; Καὶ ἐπὶ τῶν μαθητῶν εἰκότως. Οἱ γὰρ μετὰ τοσαῦτα λέγοντες, Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας, μάλιστα πάντων βεβαιωθῆναι ἐδέοντο. Ἄλλως δὲ, οὐδὲ εὐχὴν ὁ εὐαγγελιστὴς τὸ πρᾶγμα καλεῖ· ἀλλὰ τί φησιν; Ἦρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ διάλεξιν αὐτὸ πρὸς τὸν Πατέρα μᾶλλον εἶναί φησιν. Εἰ δὲ ἀλλαχοῦ λέγει εὐχὴν, καὶ δείκνυσιν αὐτὸν ποτὲ μὲν ἐπὶ γόνατα καμπτόμενον, ποτὲ δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν αἴροντα, μὴ θορυβηθῇς. ∆ιὰ γὰρ τούτων παιδευόμεθα τὸ ἐκτενὲς τὸ ἐν ταῖς δεήσεσιν, ἵνα καὶ ἑστῶτες ἀναβλέπωμεν, μὴ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς διανοίας· καὶ ἵνα κάμπτωμεν τὰ γόνατα, τὴν ἑαυτῶν καρδίαν συντρίβοντες. Ἦλθε γὰρ ὁ Χριστὸς, οὐχ ἑαυτὸν δεῖξαι μόνον, ἀλλὰ καὶ ἀρετὴν παιδεύσων ἄφατον. Τὸν δὲ παιδεύοντα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή. Ἀκούσωμεν τοίνυν τί φησιν ἐνταῦθα· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Πάλιν δείκνυσιν ἡμῖν ὅτι οὐκ ἄκων ἐπὶ τὸν