238
ἄνθρωπον ἡ δύναμις. Τί οὖν ἐκεῖνοι; Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς· Ἕως μὲν γὰρ αὐτὸν προσεδόκων ἀρνεῖσθαι, καὶ ἀξιόπιστον εἶναι ἐνόμιζον, καὶ ἅπαξ καὶ δεύτερον καλοῦντες αὐτόν. Εἰ δὲ μὴ ἐνομίζετε ἀξιόπιστον, εἴποιμ' ἂν πρὸς αὐτοὺς, Τίνος ἕνεκεν ἐκαλεῖτε καὶ δεύτερον ἠρωτᾶτε; Ἐπειδὴ δὲ τὴν ἀλήθειαν ἐφθέγξατο, οὐδὲν αἰδεσθεὶς, ὅτε μάλιστα αὐτὸν θαυμάσαι ἐχρῆν, τότε αὐτὸν καταδικάζουσι. Τί δέ ἐστιν, Ἐν ἁμαρτίαις ἐγεννήθης ὅλος; Ἐνταῦθα αὐτοῦ καὶ τὴν τύφλωσιν ὀνειδίζουσιν ἀφειδῶς· ὡσανεὶ ἔλεγον, Ἐκ πρώτης ἡλικίας ἐν ἁμαρτίαις εἶ σὺ, παραδηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχεν. Ἐν τούτῳ γοῦν αὐτὸν παραμυθούμενος ὁ Χριστὸς ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; μὴ γὰρ οἰκείαν γνώμην ἐξέθετο; οὐχὶ κοινὴν κρίσιν ἐξήτασε, λέγων· Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει; οὐχὶ τὰ παρ' ὑμῶν λεχθέντα εἰς μέσον ἤγαγε; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Εἶδες τὸν κήρυκα τῆς ἀληθείας, πῶς ἡ πενία τῆς φιλοσοφίας οὐκ ἐγένετο κώλυμα; Ὁρᾷς ὅσα ἤκουσεν ἐκ προοιμίων, καὶ ὅσα ἔπαθεν; καὶ διὰ λόγων καὶ διὰ ἔργων πῶς ἐμαρτύρησε; δʹ. Ταῦτα δὲ ἀναγέγραπται, ἵνα καὶ ἡμεῖς μιμώμεθα. Εἰ γὰρ ὁ ἐπαίτης, ὁ τυφλὸς, ὁ μηδὲ ἑωρακὼς αὐτὸν, τοσαύτην εὐθέως παῤῥησίαν ἐπεδείξατο πρὸ τῆς τοῦ Χριστοῦ παρακλήσεως, πρὸς ὁλόκληρον δῆμον στὰς, φονῶντα καὶ δαιμονῶντα καὶ μαινόμενον, καὶ ἀπὸ τῆς ἐκείνου φωνῆς βουλόμενον καταδικάσαι τὸν Χριστὸν, καὶ οὐκ εἶξεν, οὐδὲ ὑπεχώρησεν, ἀλλὰ μετὰ παῤῥη 59.320 σίας ἁπάσης αὐτοὺς ἐπεστόμισεν, καὶ εἵλετο βληθῆναι ἔξω μᾶλλον, ἢ προδοῦναι τὴν ἀλήθειαν· πόσῳ μᾶλλον ἡμᾶς τοὺς ἐπὶ τοσοῦτον χρόνον ἐν πίστει ζήσαντας, τοὺς μυρία θαύματα διὰ τῆς πίστεως ἑωρακότας, τοὺς μείζονα εὐεργετηθέντας ἐκείνου, καὶ τοὺς ἔνδοθεν ὀφθαλμοὺς ἀναβλέψαντας, καὶ τὰ ἀπόῤῥητα θεασαμένους μυστήρια, καὶ εἰς τοσαύτην κληθέντας τιμὴν, ἅπασαν παῤῥησίαν ὑπὲρ αὐτοῦ ἐπιδείκνυσθαι χρὴ πρὸς τοὺς ἐγκαλεῖν ἐπιχειροῦντας καὶ λέγοντάς τι κατὰ Χριστιανῶν καὶ ἐπιστομίζειν, ἀλλὰ μὴ συγγινώσκειν ἁπλῶς! ∆υνησόμεθα δὲ τοῦτο ποιεῖν, ἐὰν καὶ παῤῥησίαν ἔχωμεν, καὶ ταῖς Γραφαῖς προσέχωμεν, καὶ μὴ παρέργως αὐτὰς ἀκούωμεν. Εἰ γάρ τις ἀκριβῶς ἐνταῦθα εἰσέρχοιτο, κἂν οἴκοι μὴ ἀναγινώσκῃ, προσέχῃ δὲ τοῖς ἐνταῦθα λεγομένοις, ἀρκεῖ καὶ ἐνιαυτὸς εἷς εἰς ἐμπειρίαν αὐτὸν καταστῆσαι πολλήν. Οὐ γὰρ νῦν μὲν ταύτας, αὔριον δὲ ἑτέρας ἀναγινώσκομεν Γραφάς· ἀλλ' ἀεὶ τὰς αὐτὰς καὶ διαπαντός. Ἀλλ' ὅμως οὕτως ἀθλίως οἱ πολλοὶ διάκεινται, ὡς μετὰ τοσαύτην ἀνάγνωσιν μηδὲ τὰ ὀνόματα εἰδέναι τῶν βιβλίων· καὶ οὐκ αἰσχύνονται, οὐδὲ φρίττουσιν, οὕτω παρέργως εἰς ἀκροατήριον θεῖον εἰσερχόμενοι. Ἀλλ' ἂν μὲν κιθαρῳδὸς, ἢ ὀρχηστὴς, ἢ ἄλλος τῶν ἐπὶ τῆς σκηνῆς καλέσῃ τὴν πόλιν, μετὰ σπουδῆς ἅπαντες τρέχουσι, καὶ χάριν αὐτῷ τῆς κλήσεως ἴσασι, καὶ ἡμέρας ὁλοκλήρου τὸ ἥμισυ μέρος ἀναλίσκουσιν, ἐκείνῳ μόνῳ προσέχοντες· τοῦ δὲ Θεοῦ διὰ προφητῶν καὶ ἀποστόλων ἡμῖν διαλεγομένου, χασμώμεθα, κνώμεθα, ἰλιγγιῶμεν. Καὶ ἐν μὲν τῷ θέρει πολὺς ὁ αὐχμὸς εἶναι δοκεῖ, καὶ τὴν ἀγορὰν καταλαμβάνομεν· καὶ ἐν χειμῶνι πάλιν, ὁ ὑετὸς κώλυμα καὶ ὁ πηλὸς, καὶ οἴκοι καθήμεθα. Καὶ ἐν μὲν ταῖς ἱπποδρομίαις, οὐκ ὀρόφου ἐπικειμένου τοῦ τὸν ὑετὸν στέγοντος, οἱ πλείους πολλῶν ὄμβρων καταφερομένων, καὶ ἀνέμου τὸ ὕδωρ εἰς τὰς ὄψεις ῥιπίζοντος, ἑστήκασι μαινόμενοι, καὶ ψύχους, καὶ ὑετοῦ, καὶ πηλοῦ, καὶ μήκους ὁδοῦ καταφρονοῦντες, καὶ οὐδὲν αὐτοὺς οὔτε οἴκοι κατέχει, οὔτε ἐκεῖ κωλύει διαβῆναι· ἐνταῦθα δὲ καὶ ὀρόφων ἐπικειμένων, καὶ θέρμης οὔσης θαυμαστῆς, ἀναδύονται καὶ οὐ συντρέχουσι· καὶ ταῦτα ἐπὶ κέρδει τῆς οἰκείας ψυχῆς. Ποῦ ταῦτα ἀνεκτὰ, εἰπέ μοι; ∆ιὰ τοῦτο ἐν ἐκείνοις πάντων ὄντες ἐμπειρότεροι, ἐν τοῖς ἀναγκαίοις παίδων ἐσμὲν ἀμαθέστεροι. Κἂν μέν τίς [σε] ἡνίοχον καὶ ὀρχηστὴν καλέσῃ, ὑβρίσθαι φῂς, καὶ πάντα ποιεῖς, ὥστε σε τὸ ὄνειδος