2
ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βου λόμενος παραστῆσαι τὰς συμφοράς· δι' ἑκάστου δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ καὶ τοῦ κηδεμόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ' ἀγωνίας ἐξελαύ νει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν, ταῖς ἐρήμοις καὶ καταλελυμέναις προσ τρέχει. Τὰ γὰρ οἰκόπεδα, Ἐρείπια ὁ Σύμμαχος εἴρηκεν. Οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαι νοῦντές με κατ' ἐμοῦ ὤμνυον. Καταγέλαστος ἐγενό μην τοῖς δυσμενέσι, καὶ ὁ ποτὲ ζηλωτὸς καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· μὴ πάθοιμι, ἃ οἱ δεῖνες πεπόνθασιν. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων, ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου.
βʹ. Ταῦτα καὶ ἐν τῷ ἑβδομηκοστῷ καὶ ἐννάτῳ ψαλμῷ ἔφη· Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ· τὴν δὲ τῆς ὀδύνης ὑπερ βολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γε ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἂν ἦν. Τούτοις δὲ, φησὶ, περικλύζομαι τοῖς κακοῖς, ἐπειδὴ, ∆έσποτα, κεκίνηκας κατ' ἐμοῦ τὴν ὀργήν· Ὅτι ἐπάρας κατέῤῥαξάς με. Ἐδοξάσθη γὰρ ὅ τε λαὸς καὶ ὁ ναὸς χρηματίζοντος τοῦ Θεοῦ· καὶ ὅσον ἐπήρθη, κατέπεσεν, ὁ μὲν λαὸς ἀπαχθεὶς, ἐρημωθεὶς δὲ μετὰ τῆς Ἱερουσαλὴμ ὁ ναὸς, ἐν οἷς ὁ νόμος καὶ ἡ κατ' αὐτὸν ἐτε λεῖτο λατρεία, σκιὰν ἔχοντα τῶν μελλόντων ἀγαθῶν· καὶ ἦρτο καὶ ταῦτα ἐκ μέσου. Λέγει δὲ καὶ τὸ καθ' ἑαυτόν. 55.638 Ὑψηλόν με γὰρ δείξας καὶ περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας. Τὸ γὰρ, Κατέῤῥαξας, ἐκ μετα φορᾶς τέθεικε τῶν ἐπαιρόντων εἰς ὕψος τι, καὶ κατὰ τοῦ ἐδάφους καταῤῥηγνύντων. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν· κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Παρ' αὐ τάς εἰμι, φησὶ, τὰς τοῦ βίου δυσμὰς, καὶ ἔοικα σκιᾷ κλινάσῃ καὶ ληγούσῃ λοιπόν· καὶ χόρτου δὲ μιμοῦμαι τὴν ξηρότητα, τῶν θεριζόντων προσκαλούμενος τὰς χεῖρας. Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τὰ μὲν ἀν θρώπινα τοιαῦτα, διὰ κακίαν μετὰ τὴν ἔπαρσιν ταπει νούμενα, καὶ μηδέποτε μένοντα ὅπερ εἰσί· σὺ δὲ μηδὲν ἔχων ἐπίκηρον, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, καὶ αἱ παρὰ σοῦ δὲ ἐπαγγελίαι βέβαιοι· καὶ μὴ τῇ παρούσῃ γενεᾷ, φησὶν, ἀλλ' ἑτέρᾳ, περὶ ἧς τὸ, Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη· καὶ τὸ, Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν. Τὸ γὰρ τῶν ἐπαγγελιῶν σου μνημόσυνον πληρωθήσεται, καὶ μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἂν ἐπιχαρίσαιο. ∆ιό φημι θαῤ ῥῶν, ὅτι τὴν Σιὼν ἀναστήσεις· τοῦτο γὰρ ἐπιφέρει· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. ∆ὸς, φησὶ, μετα βολὴν ἀμείνω τῇ συμφορᾷ· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαι τεῖ. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ἑβδομήκοντα ἔτεσι περιωρισμένης τιμωρίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμά σιος ∆ανιὴλ ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον, προσφέρει τὴν ἱκετηρίαν κατὰ τὸν Ζαχαρίαν εἰπόντα· Κύριε παντοκράτωρ, μέχρι τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ; Τούτοις συνᾴδει καὶ τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα· Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Οἶμαι δὲ προφητεύειν ἐν τού τοις τοῦ Θεοῦ Λόγου αὐτοῦ δὴ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν, αἰτίαν ἐσομένην τῆς ἀνοικοδομῆς τῆς Σιών.
Ἔνθα δὴ γε νόμενος, μή μοι τὴν ἐπὶ γῆς πόλιν ὑπολάμβανε, μηδὲ τὴν ἐπίγειον Ἱερουσαλὴμ νόμιζε δηλοῦσθαι, ἀλλὰ τοῦ τῆς εὐσεβείας πολιτεύματος τὴν ἀνανέωσιν. Οὗτος γάρ ἐστιν ὁ καιρὸς, περὶ οὗ αὐτὸς διὰ Ἡσαΐου φησί· Καιρῷ δεκτῷ ἐπήκουσά σου. Τοῦτον δὲ καὶ ὁ Παῦλος πεπλη ρῶσθαι τὸν καιρὸν, ἐπιδημήσαντος τοῦ Σωτῆρος, γράφει